αἰτέω σε, φιλάγλαε, καλλίστα βροτεᾶν πολίων,Φερσεφόνας ἕδος, ἅ τʼ ὄχθαις ἔπι μηλοβότουναίεις Ἀκράγαντος ἐΰδματον κολώναν, ὦ ἄνα,ἵλαος ἀθανάτων ἀνδρῶν τε σὺν εὐμενίᾳδέξαι στεφάνωμα τόδʼ ἐκ Πυθῶνος εὐδόξῳ Μίδᾳ,αὐτόν τέ νιν Ἑλλάδα νικάσαντα τέχνᾳ, τάν ποτεΠαλλὰς ἐφεῦρε θρασειᾶν Γοργόνωνοὔλιον θρῆνον διαπλέξαισʼ Ἀθάνα·τὸν παρθενίοις ὑπό τʼ ἀπλάτοις ὀφίων κεφαλαῖςἄϊε λειβόμενον δυσπενθέϊ σὺν καμάτῳ,Περσεὺς ὁπότε τρίτον ἄνυσσεν κασιγνητᾶν μέρος,εἰναλίᾳ τε Σερίφῳ λαοῖσί τε μοῖραν ἄγων.ἤτοι τό τε θεσπέσιον Φόρκοιο μαύρωσεν γένος,λυγρόν τʼ ἔρανον Πολυδέκτᾳ θῆκε ματρός τʼ ἔμπεδονδουλοσύναν τό τʼ ἀναγκαῖον λέχος,εὐπαράου κρᾶτα συλάσαις Μεδοίσαςυἱὸς Δανάας· τὸν ἀπὸ χρυσοῦ φαμεν αὐτορύτουἔμμεναι. ἀλλʼ ἐπεὶ ἐκ τούτων φίλον ἄνδρα πόνωνἐρρύσατο, παρθένος αὐλῶν τεῦχε πάμφωνον μέλος,ὄφρα τὸν Εὐρυάλας ἐκ καρπαλιμᾶν γενύωνχριμφθέντα σὺν ἔντεσι μιμήσαιτʼ ἐρικλάγκταν γόον.εὗρεν θεός· ἀλλά νιν εὑροῖσʼ ἀνδράσι θνατοῖς ἔχειν,ὠνόμασεν κεφαλᾶν πολλᾶν νόμον,εὐκλεᾶ λαοσσόων μναστῆρʼ ἀγώνων,λεπτοῦ διανισσόμενον χαλκοῦ θαμὰ καὶ δονάκων,τοὶ παρὰ καλλιχόρῳ ναίοισι πόλει Χαρίτων.Καφισίδος ἐν τεμένει, πιστοὶ χορευτᾶν μάρτυρες.εἰ δέ τις ὄλβος ἐν ἀνθρώποισιν, ἄνευ καμάτουοὐ φαίνεται· ἐκ δὲ τελευτάσει νιν ἤτοι σάμερονδαίμων—τὸ δὲ μόρσιμον οὐ παρφυκτόν,—ἀλλʼ ἔσται χρόνοςοὗτος, ὃ καί τινʼ ἀελπτίᾳ βαλὼνἔμπαλιν γνώμας τὸ μὲν δώσει, τὸ δʼ οὔπω.