Μοῖσα, τὸ δὲ τεόν, εἰ μισθοῖο συνέθευ παρέχεινφωνὰν ὑπάργυρον, ἄλλοτʼ ἄλλᾳ ταρασσέμενἢ πατρὶ Πυθονίκῳτό γέ νυν ἢ Θρασυδαίῳ·τῶν εὐφροσύνα τε καὶ δόξʼ ἐπιφλέγει.τὰ μὲν ἐν ἅρμασι καλλίνικοι πάλαι,Ὀλυμπίᾳ ἀγώνων πολυφάτωνἔσχον θοὰν ἀκτῖνα σὺν ἵπποις·Πυθοῖ τε γυμνὸν ἐπὶ στάδιον καταβάντες ἤλεγξανἙλλανίδα στρατιὰν ὠκύτατι. θεόθεν ἐραίμαν καλῶν,δυνατὰ μαιόμενος ἐν ἁλικίᾳ.τῶν γὰρ ἂμ πόλιν εὑρίσκων τὰ μέσα μακροτέρῳὄλβῳ τεθαλότα, μέμφομʼ αἶσαν τυραννίδων·ξυναῖσι δʼ ἀμφʼ ἀρεταῖς τέταμαι. φθονεροὶ δʼ ἀμύνονταιἆται, εἴ τις ἄκρον ἑλὼν ἁσυχᾶ τε νεμόμενος αἰνὰν ὕβρινἀπέφυγεν· μέλανος ἂν ἐσχατιὰνκαλλίονα θανάτου στείχοι , γλυκυτάτᾳ γενεᾷεὐώνυμον κτεάνων κρατίσταν χάριν πορών.ἅ τε τὸν Ἰφικλείδανδιαφέρει Ἰόλαονὑμνητὸν ἐόντα, καὶ Κάστορος βίαν,σέ τε, ἄναξ Πολύδευκες, υἱοὶ θεῶν,τὸ μὲν παρʼ ἆμαρ ἕδραισι Θεράπνας,τὸ δʼ οἰκέοντας ἔνδον Ὀλύμπου.