Κάδμου κόραι, Σεμέλα μὲν Ὀλυμπιάδων ἀγυιᾶτις,Ἰνώ τε Λευκοθέα ποντιᾶν ὁμοθάλαμε Νηρηΐδων,ἴτε σὺν Ἡρακλέος ἀριστογόνῳματρὶ πὰρ Μελίαν χρυσέων ἐς ἄδυτον τριπόδωνθησαυρόν, ὃν περίαλλʼ ἐτίμασε Λοξίας,Ἰσμήνιον δʼ ὀνύμαξεν, ἀλαθέα μαντίων θῶκον,ὦ παῖδες Ἁρμονίας, ἔνθα καί νυν ἐπίνομον ἡρωΐδωνστρατὸν ὁμαγερέα καλεῖ συνίμεν,ὄφρα Θέμιν ἱερὰν Πυθῶνά τε καὶ ὀρθοδίκανγᾶς ὀμφαλὸν κελαδήσετʼ ἄκρᾳ σὺν ἑσπέρᾳ,ἑπταπύλοισι Θήβαιςχάριν ἀγῶνί τε Κίρρας,ἐν τῷ Θρασυδαῖος ἔμνασεν ἑστίαντρίτον ἐπὶ στέφανον πατρῴαν βαλών,ἐν ἀφνεαῖς ἀρούραισι Πυλάδανικῶν ξένου Λάκωνος Ὀρέστα.τὸν δὴ φονευομένου πατρὸς Ἀρσινόα Κλυταιμνήστραςχειρῶν ὕπο κρατερᾶν ἐκ δόλου τροφὸς ἄνελε δυσπενθέος,ὁπότε Δαρδανίδα κόραν ΠριάμουΚασσάνδραν πολιῷ χαλκῷ σὺν Ἀγαμεμνονίᾳψυχᾷ πόρευσʼ Ἀχέροντος ἀκτὰν παρʼ εὔσκιοννηλὴς γυνά. πότερόν νιν ἄρʼ Ἰφιγένειʼ ἐπʼ Εὐρίπῳσφαχθεῖσα τῆλε πάτρας ἔκνισεν βαρυπάλαμον ὄρσαι χόλον;ἢ ἑτέρῳ λέχεϊ δαμαζομένανἔννυχοι πάραγον κοῖται; τὸ δὲ νέαις ἀλόχοιςἔχθιστον ἀμπλάκιον καλύψαι τʼ ἀμάχανονἀλλοτρίαισι γλώσσαις·κακολόγοι δὲ πολῖται.ἴσχει τε γὰρ ὄλβος οὐ μείονα φθόνον·ὁ δὲ χαμηλὰ πνέων ἄφαντον βρέμει.θάνεν μὲν αὐτὸς ἥρως Ἀτρεΐδαςἵκων χρόνῳ κλυταῖς ἐν Ἀμύκλαις,μάντιν τʼ ὄλεσσε κόραν, ἐπεὶ ἀμφʼ Ἑλένᾳ πυρωθέντωνΤρώων ἔλυσε δόμους ἁβρότατος. ὁ δʼ ἄρα γέροντα ξένονΣτρόφιον ἐξίκετο, νέα κεφαλά,Παρνασοῦ πόδα ναίοντʼ· ἀλλὰ χρονίῳ σὺν Ἄρειπέφνεν τε ματέρα θῆκέ τʼ Αἴγισθον ἐν φοναῖς.ἦ ῥʼ, ὦ φίλοι, κατʼ ἀμευσιπόρους τριόδους ἐδινήθην,ὀρθὰν κέλευθον ἰὼν τὸ πρίν· ἤ μέ τις ἄνεμος ἔξω πλόουἔβαλεν, ὡς ὅτʼ ἄκατον εἰναλίαν;