νόσοι δʼ οὔτε γῆρας οὐλόμενον κέκραταιἱερᾷ γενεᾷ· πόνων δὲ καὶ μαχᾶν ἄτεροἰκέοισι φυγόντεςὑπέρδικον Νέμεσιν. θρασείᾳ δὲ πνέων καρδίᾳμόλεν Δανάας ποτὲ παῖς, ἁγεῖτο δʼ Ἀθάνα,ἐς ἀνδρῶν μακάρων ὅμιλον· ἔπεφνέν τε Γοργόνα, καὶ ποικίλον κάραδρακόντων φόβαισιν ἤλυθε νασιώταιςλίθινον θάνατον φέρων. ἐμοὶ δὲ θαυμάσαιθεῶν τελεσάντων οὐδέν ποτε φαίνεταιἔμμεν ἄπιστον.κώπαν σχάσον, ταχὺ δʼ ἄγκυραν ἔρεισον χθονὶπρῴραθε, χοιράδος ἄλκαρ πέτρας.ἐγκωμίων γὰρ ἄωτος ὕμνωνἐπʼ ἄλλοτʼ ἄλλον ὥτε μέλισσα θύνει λόγον.ἔλπομαι δʼ Ἐφυραίωνὄπʼ ἀμφὶ Πηνεϊὸν γλυκεῖαν προχεόντων ἐμὰντὸν Ἱπποκλέαν ἔτι καὶ μᾶλλον σὺν ἀοιδαῖςἕκατι στεφάνων θαητὸν ἐν ἅλιξι θησέμεν ἐν καὶ παλαιτέροις,νέαισίν τε παρθένοισι μέλημα. καὶ γὰρἑτέροις ἑτέρων ἔρως ὑπέκνισε φρένας·τῶν δʼ ἕκαστος ὀρούει,τυχών κεν ἁρπαλέαν σχέθοι φροντίδα τὰν πὰρ ποδός·τὰ δʼ εἰς ἐνιαυτὸν ἀτέκμαρτον προνοῆσαι.πέποιθα ξενίᾳ προσανέϊ Θώρακος, ὅσπερ ἐμὰν ποιπνύων χάριντόδʼ ἔζευξεν ἅρμα Πιερίδων τετράορον,φιλέων φιλέοντʼ, ἄγων ἄγοντα προφρόνως.πειρῶντι δὲ καὶ χρυσὸς ἐν βασάνῳ πρέπεικαὶ νόος ὀρθός.ἀδελφεοὺς Ἔτʼ ἐπαινήσομεν ἐσλούς, ὅτιὑψοῦ φέροντι νόμον Θεσσαλῶναὔξοντες· ἐν δʼ ἀγαθοῖσι κεῖνταιπατρώϊαι κεδναὶ πολίων κυβερνάσιες.