ὄλβια Λακεδαίμων,μάκαιρα Θεσσαλία· πατρὸς δʼ ἀμφοτέραις ἐξ ἑνὸςἀριστομάχου γένος Ἡρακλεῦς βασιλεύει.τί κομπέω παρὰ καιρόν; ἀλλά με Πυθώ τε καὶ τὸ Πελινναῖον ἀπύειἈλεύα τε παῖδες, Ἱπποκλέᾳ ἐθέλοντεςἀγαγεῖν ἐπικωμίαν ἀνδρῶν κλυτὰν ὄπα.γεύεται γὰρ ἀέθλων·στρατῷ τʼ ἀμφικτιόνων ὁ Παρνάσιος αὐτὸν μυχὸςδιαυλοδρομᾶν ὕπατον παίδων ἀνέειπεν.Ἄπολλον, γλυκὺ δʼ ἀνθρώπων τέλος ἀρχά τε δαίμονος ὀρνύντος αὔξεται·ὁ μέν που τεοῖς γε μήδεσι τοῦτʼ ἔπραξεν·τὸ δὲ συγγενὲς ἐμβέβακεν ἴχνεσιν πατρὸςὈλυμπιονίκα δὶς ἐν πολεμαδόκοιςἌρεος ὅπλοις·ἔθηκε καὶ βαθυλείμων ὑπὸ Κίρρας ἀγὼνπέτραν κρατησίποδα Φρικίαν.ἕσποιτο μοῖρα καὶ ὑστέραισινἐν ἁμέραις ἀγάνορα πλοῦτον ἀνθεῖν σφίσιν·τῶν δʼ ἐν Ἑλλάδι τερπνῶνλαχόντες οὐκ ὀλίγαν δόσιν, μὴ φθονεραῖς ἐκ θεῶνμετατροπίαις ἐπικύρσαιεν. θεὸς εἴηἀπήμων κέαρ· εὐδαίμων δὲ καὶ ὑμνητὸς οὗτος ἀνὴρ γίγνεται σοφοῖς,ὃς ἂν χερσὶν ἢ ποδῶν ἀρετᾷ κρατήσαιςτὰ μέγιστʼ ἀέθλων ἕλῃ τόλμᾳ τε καὶ σθένει,καὶ ζώων ἔτι νεαρὸνκατʼ αἶσαν υἱὸν ἴδῃ τυχόντα στεφάνων Πυθίων.ὁ χάλκεος οὐρανὸς οὔ ποτʼ ἀμβατὸς αὐτῷ.ὅσαις δὲ βροτὸν ἔθνος ἀγλαΐαις ἁπτόμεσθα, περαίνει πρὸς ἔσχατονπλόον. ναυσὶ δʼ οὔτε πεζὸς ἰών κεν εὕροιςἐς Ὑπερβορέων ἀγῶνα θαυματὰν ὁδόν.παρʼ οἷς ποτε Περσεὺς ἐδαίσατο λαγέτας,δώματʼ ἐσελθών,κλειτὰς ὄνων ἑκατόμβας ἐπιτόσσαις θεῷῥέζοντας· ὧν θαλίαις ἔμπεδονεὐφαμίαις τε μάλιστʼ Ἀπόλλωνχαίρει, γελᾷ θʼ ὁρῶν ὕβριν ὀρθίαν κνωδάλων.Μοῖσα δʼ οὐκ ἀποδαμεῖτρόποις ἐπὶ σφετέροισι· παντᾷ, δὲ χοροὶ παρθένωνλυρᾶν τε βοαὶ καναχαί τʼ αὐλῶν δονέονται·δάφνᾳ τε χρυσέᾳ κόμας ἀναδήσαντες εἰλαπινάζοισιν εὐφρόνως.