καιρὸν εἰ φθέγξαιο, πολλῶν πείρατα συντανύσαιςἐν βραχεῖ, μείων ἕπεται μῶμος ἀνθρώπων. ἀπὸ γὰρ κόρος ἀμβλύνειαἰανὴς ταχείας ἐλπίδας·ἀστῶν δʼ ἀκοὰ κρύφιον θυμὸν βαρύνει μάλιστʼ ἐσλοῖσιν ἐπʼ ἀλλοτρίοις.ἀλλʼ ὅμως, κρέσσων γὰρ οἰκτιρμοῦ φθόνος,μὴ παρίει καλά. νώμα δικαίῳ πηδαλίῳ στρατόν· ἀψευδεῖ δὲ πρὸς ἄκμονι χάλκευε γλῶσσαν.εἴ τι καὶ φλαῦρον παραιθύσσει, μέγα τοι φέρεταιπὰρ σέθεν. πολλῶν ταμίας ἐσσί· πολλοὶ μάρτυρες ἀμφοτέροις πιστοί.εὐανθεῖ δʼ ἐν ὀργᾷ παρμένων,εἴπερ τι φιλεῖς ἀκοὰν ἁδεῖαν αἰεὶ κλύειν, μὴ κάμνε λίαν δαπάναις·ἐξίει δʼ ὥσπερ κυβερνάτας ἀνὴρἱστίον ἀνεμόεν. μὴ δολωθῇς, ὦ φίλος, κέρδεσιν εὐτράπλοις· ὀπιθόμβροτον αὔχημα δόξαςοἶον ἀποιχομένων ἀνδρῶν δίαιταν μανύεικαὶ λογίοις καὶ ἀοιδοῖς· οὐ φθίνει Κροίσου φιλόφρων ἀρετά·τὸν δὲ ταύρῳ χαλκέῳ καυτῆρα νηλέα νόονἐχθρὰ Φάλαριν κατέχει παντᾷ φάτις,οὐδέ νιν φόρμιγγες ὑπωρόφιαι κοινωνίανμαλθακὰν παίδων ὀάροισι δέκονται.τὸ δὲ παθεῖν εὖ πρῶτον ἄθλων· εὖ δʼ ἀκούειν δευτέρα μοῖρʼ· ἀμφοτέροισι δʼ ἀνὴρὃς ἂν ἐγκύρσῃ, καὶ ἕλῃ, στέφανον ὕψιστον δέδεκται.