ἐκ θεῶν γὰρ μαχαναὶ πᾶσαι βροτέαις ἀρεταῖς,καὶ σοφοὶ καὶ χερσὶ βιαταὶ περίγλωσσοί τʼ ἔφυν. ἄνδρα δʼ ἐγὼ κεῖνοναἰνῆσαι μενοινῶν ἔλπομαιμὴ χαλκοπάρᾳον ἄκονθʼ ὡσείτʼ ἀγῶνος βαλεῖν ἔξω παλάμᾳ δονέων,μακρὰ δὲ ῥίψαις ἀμεύσασθʼ ἀντίους·εἰ γὰρ ὁ πᾶς χρόνος ὄλβον μὲν οὕτω καὶ κτεάνων δόσιν εὐθύνοι, καμάτων δʼ ἐπίλασιν παράσχοι.ἦ κεν ἀμνάσειεν, οἵαις ἐν πολέμοισι μάχαιςτλάμονι ψυχᾷ παρέμεινʼ, ἁνίχʼ εὑρίσκοντο θεῶν παλάμαις τιμάν,οἵαν οὔτις Ἑλλάνων δρέπει,πλούτου στεφάνωμʼ ἀγέρωχον. νῦν γε μὰν τὰν Φιλοκτήταο δίκαν ἐφέπωνἐστρατεύθη· σὺν δʼ ἀνάγκᾳ νιν φίλονκαί τις ἐὼν μεγαλάνωρ ἔσανεν. φαντὶ δὲ Λαμνόθεν ἕλκει τειρόμενον μεταβάσοντας ἐλθεῖνἥρωας ἀντιθέους Ποίαντος υἱὸν τοξόταν·ὃς Πριάμοιο πόλιν πέρσεν, τελεύτασέν τε πόνους Δαναοῖς,ἀσθενεῖ μὲν χρωτὶ βαίνων, ἀλλὰ μοιρίδιον ἦν.οὕτω δʼ Ἱέρωνι θεὸς ὀρθωτὴρ πέλοιτὸν προσέρποντα χρόνον, ὧν ἔραται καιρὸν διδούς.Μοῖσα, καὶ πὰρ Δεινομένει κελαδῆσαιπίθεό μοι ποινὰν τεθρίππων. χάρμα δʼ οὐκ ἀλλότριον νικαφορία πατέρος.ἄγʼ ἔπειτʼ Αἴτνας βασιλεῖ φίλιον ἐξεύρωμεν ὕμνον·τῷ πόλιν κείναν θεοδμάτῳ σὺν ἐλευθερίᾳὙλλίδος στάθμας Ἱέρων ἐν νόμοις ἔκτισσʼ. ἐθέλοντι δὲ Παμφύλουκαὶ μὰν Ἡρακλειδᾶν ἔκγονοιὄχθαις ὕπο Ταϋγέτου ναίοντες αἰεὶ μένειν τεθμοῖσιν ἐν ΑἰγιμιοῦΔωριεῖς. ἔσχον δʼ Ἀμύκλας ὄλβιοι,Πινδόθεν ὀρνύμενοι, λευκοπώλων Τυνδαριδᾶν βαθύδοξοι γείτονες, ὧν κλέος ἄνθησεν αἰχμᾶς.Ζεῦ τέλειʼ, αἰεὶ δὲ τοιαύταν Ἀμένα παρʼ ὕδωραἶσαν ἀστοῖς καὶ βασιλεῦσιν διακρίνειν ἔτυμον λόγον ἀνθρώπων,σύν τοι τίν κεν ἁγητὴρ ἀνήρ,υἱῷ τʼ ἐπιτελλόμενος, δᾶμον γεραίρων τράποι σύμφωνον ἐς ἁσυχίαν.λίσσομαι νεῦσον, Κρονίων, ἅμερονὄφρα κατʼ οἶκον ὁ Φοίνιξ ὁ Τυρσανῶν τʼ ἀλαλατὸς ἔχῃ, ναυσίστονον ὕβριν ἰδὼν τὰν πρὸ Κύμας·οἷα Συρακοσίων ἀρχῷ δαμασθέντες πάθον,ὠκυπόρων ἀπὸ ναῶν ὅ σφιν ἐν πόντῳ βάλεθʼ ἁλικίαν,Ἑλλάδʼ ἐξέλκων βαρείας δουλίας. ἀρέομαιπὰρ μὲν Σαλαμῖνος, Ἀθαναίων χάριν,μισθόν, ἐν Σπάρτᾳ δʼ ἀπὸ τᾶν πρὸ Κιθαιρῶνος μαχᾶν,ταῖσι Μήδειοι κάμον ἀγκυλότοξοι,παρὰ δὲ τὰν εὔυδρον ἀκτὰν Ἱμέρα παίδεσσιν ὕμνον Δεινομένευς τελέσαις,τὸν ἐδέξαντʼ ἀμφʼ ἀρετᾷ, πολεμίων ἀνδρῶν καμόντων.