χρυσέα φόρμιγξ, Ἀπόλλωνος καὶ ἰοπλοκάμωνσύνδικον Μοισᾶν κτέανον· τᾶς ἀκούει μὲν βάσις, ἀγλαΐας ἀρχά,πείθονται δʼ ἀοιδοὶ σάμασιν,ἁγησιχόρων ὁπόταν προοιμίων ἀμβολὰς τεύχῃς ἐλελιζομένα.καὶ τὸν αἰχματὰν κεραυνὸν σβεννύειςἀενάου πυρός. εὕδει δʼ ἀνὰ σκάπτῳ Διὸς αἰετός, ὠκεῖαν πτέρυγʼ ἀμφοτέρωθεν χαλάξαις,ἀρχὸς οἰωνῶν, κελαινῶπιν δʼ ἐπί οἱ νεφέλανἀγκύλῳ κρατί, γλεφάρων ἁδὺ κλαΐστρον, κατέχευας· ὁ δὲ κνώσσωνὑγρὸν νῶτον αἰωρεῖ, τεαῖςῥιπαῖσι κατασχόμενος. καὶ γὰρ βιατὰς Ἄρης, τραχεῖαν ἄνευθε λιπὼνἐγχέων ἀκμάν, ἰαίνει καρδίανκώματι, κῆλα δὲ καὶ δαιμόνων θέλγει φρένας, ἀμφί τε Λατοίδα σοφίᾳ βαθυκόλπων τε Μοισᾶν.ὅσσα δὲ μὴ πεφίληκε Ζεύς, ἀτύζονται βοὰνΠιερίδων ἀΐοντα, γᾶν τε καὶ πόντον κατʼ ἀμαιμάκετον,ὅς τʼ ἐν αἰνᾷ Ταρτάρῳ κεῖται, θεῶν πολέμιος,Τυφὼς ἑκατοντακάρανος· τόν ποτεΚιλίκιον θρέψεν πολυώνυμον ἄντρον· νῦν γε μὰνταί θʼ ὑπὲρ Κύμας ἁλιερκέες ὄχθαιΣικελία τʼ αὐτοῦ πιέζει στέρνα λαχνάεντα· κίων δʼ οὐρανία συνέχει,νιφόεσσʼ Αἴτνα, πάνετες χιόνος ὀξείας τιθήνα·τᾶς ἐρεύγονται μὲν ἀπλάτου πυρὸς ἁγνόταταιἐκ μυχῶν παγαί· ποταμοὶ δʼ ἁμέραισιν μὲν προχέοντι ῥόον καπνοῦαἴθωνʼ· ἀλλʼ ἐν ὄρφναισιν πέτραςφοίνισσα κυλινδομένα φλὸξ ἐς βαθεῖαν φέρει πόντου πλάκα σὺν πατάγῳ.κεῖνο δʼ Ἁφαίστοιο κρουνοὺς ἑρπετὸνδεινοτάτους ἀναπέμπει· τέρας μὲν θαυμάσιον προσιδέσθαι, θαῦμα δὲ καὶ παρεόντων ἀκοῦσαι,οἷον Αἴτνας ἐν μελαμφύλλοις δέδεται κορυφαῖςκαὶ πέδῳ, στρωμνὰ δὲ χαράσσοισʼ ἅπαν νῶτον ποτικεκλιμένον κεντεῖ.εἴη, Ζεῦ, τὶν εἴη ἁνδάνειν,ὃς τοῦτʼ ἐφέπεις ὄρος, εὐκάρποιο γαίας μέτωπον, τοῦ μὲν ἐπωνυμίανκλεινὸς οἰκιστὴρ ἐκύδανεν πόλινγείτονα, Πυθιάδος δʼ ἐν δρόμῳ κάρυξ ἀνέειπέ νιν ἀγγέλλων Ἱέρωνος ὑπὲρ καλλινίκουἅρμασι. ναυσιφορήτοις δʼ ἀνδράσι πρώτα χάριςἐς πλόον ἀρχομένοις πομπαῖον ἐλθεῖν οὖρον· ἐοικότα γὰρκαὶ τελευτᾷ φερτέρου νόστου τυχεῖν. ὁ δὲ λόγοςταύταις ἐπὶ συντυχίαις δόξαν φέρειλοιπὸν ἔσσεσθαι στεφάνοισί νιν ἵπποις τε κλυτὰνκαὶ σὺν εὐφώνοις θαλίαις ὀνυμαστάν.Λύκιε καὶ Δάλου ἀνάσσων Φοῖβε, Παρνασσοῦ τε κράναν Κασταλίαν φιλέων,ἐθελήσαις ταῦτα νόῳ τιθέμεν εὔανδρόν τε χώραν.