πρόσφορος ἐν Μοισᾶν δίφρῳ·τόλμα δὲ καὶ ἀμφιλαφὴς δύναμιςἕσποιτο. προξενίᾳ δʼ ἀρετᾷ τʼ ἦλθοντιμάορος Ἰσθμίαισι Λαμπρομάχου μίτραις, ὅτʼ ἀμφότεροι κράτησανμίαν ἔργον ἀνʼ ἁμέραν.ἄλλαι δὲ δύʼ ἐν Κορίνθου πύλαις ἐγένοντʼ ἔπειτα χάρμαι,ταὶ δὲ καὶ Νεμέας Ἐφαρμόστῳ κατὰ κόλπον·Ἄργει τʼ ἔσχεθε κῦδος ἀνδρῶν, παῖς δʼ ἐν Ἀθάναις,οἷον δʼ ἐν Μαραθῶνι συλαθεὶς ἀγενείωνμένεν ἀγῶνα πρεσβυτέρων ἀμφʼ ἀργυρίδεσσιν·φῶτας δʼ ὀξυρεπεῖ δόλῳἀπτῶτι δαμάσσαιςδιήρχετο κύκλον ὅσσᾳ βοᾷ,ὡραῖος ἐὼν καὶ καλὸς κάλλιστά τε ῥέξαις.τὰ δὲ Παρρασίῳ στρατῷθαυμαστὸς ἐὼν φάνη Ζηνὸς ἀμφὶ πανάγυριν Λυκαίου,καὶ ψυχρᾶν ὁπότʼ εὐδιανὸν φάρμακον αὐρᾶνΠελλάνᾳ φέρε· σύνδικος δʼ αὐτῷ Ἰολάουτύμβος εἰναλία τʼ Ἐλευσὶς ἀγλαΐαισιν.τὸ δὲ φυᾷ κράτιστον ἅπαν· πολλοὶ δὲ διδακταῖςἀνθρώπων ἀρεταῖς κλέοςὤρουσαν ἀρέσθαι.ἄνευ δὲ θεοῦ σεσιγαμένονοὐ σκαιότερον χρῆμʼ ἕκαστον. ἐντὶ γὰρ ἄλλαιὁδῶν ὁδοὶ περαίτεραι,μία δʼ οὐχ ἅπαντας ἄμμε θρέψειμελέτα· σοφίαι μὲναἰπειναί· τοῦτο δὲ προσφέρων ἆθλον,ὄρθιον ὤρυσαι θαρσέων,τόνδʼ ἀνέρα δαιμονίᾳ γεγάμενεὔχειρα, δεξιόγυιον, ὁρῶντʼ ἀλκάν,Αἰάντειόν τʼ ἐν δαιτὶ Ἰλιάδα νικῶν ἐπεστεφάνωσε βωμόν.