χωρὶς ἀθανάτων· φέροις δὲ Πρωτογενείαςἄστει γλῶσσαν, ἵνʼ αἰολοβρόντα Διὸς αἴσᾳΠύρρα Δευκαλίων τε Παρνασοῦ καταβάντεδόμον ἔθεντο πρῶτον, ἄτερ δʼ εὐνᾶς ὁμόδαμονκτισσάσθαν λίθινον γόνον·λαοὶ δʼ ὀνύμασθεν.ἔγειρʼ ἐπέων σφιν οἶμον λιγύν,αἴνει δὲ παλαιὸν μὲν οἶνον, ἄνθεα δʼ ὕμνωννεωτέρων. λέγοντι μὰνχθόνα μὲν κατακλύσαι μέλαινανὕδατος σθένος, ἀλλὰΖηνὸς τέχναις ἀνάπωτιν ἐξαίφναςἄντλον ἑλεῖν. κείνων ἔσανχαλκάσπιδες ὑμέτεροι πρόγονοιἀρχᾶθεν Ἰαπετιονίδος φύτλαςκοῦροι κορᾶν καὶ φερτάτων Κρονιδᾶν, ἐγχώριοι βασιλῆες αἰεί,πρὶν Ὀλύμπιος ἁγεμὼνθύγατρʼ ἀπὸ γᾶς Ἐπειῶν Ὀπόεντος ἀναρπάσαις, ἕκαλοςμίχθη Μαιναλίαισιν ἐν δειραῖς, καὶ ἔνεικενΛοκρῷ, μὴ καθέλοι μιν αἰὼν πότμον ἐφάψαιςὀρφανὸν γενεᾶς. ἔχεν δὲ σπέρμα μέγιστονἄλοχος, εὐφράνθη τε ἰδὼν ἥρως θετὸν υἱόν,μάτρωος δʼ ἐκάλεσσέ νινἰσώνυμον ἔμμεν,ὑπέρφατον ἄνδρα μορφᾷ τε καὶἔργοισι. πόλιν δʼ ὤπασεν λαόν τε διαιτᾶν.ἀφίκοντο δέ οἱ ξένοι,ἔκ τʼ Ἄργεος ἔκ τε Θηβᾶν, οἱ δʼ Ἀρκάδες, οἱ δὲ καὶ Πισᾶται·υἱὸν δʼ Ἄκτορος ἐξόχως τίμασεν ἐποίκωνΑἰγίνας τε Μενοίτιον· τοῦ παῖς ἅμʼ ἈτρείδαιςΤεύθραντος πεδίον μολὼν ἔστα σὺν Ἀχιλλεῖμόνος, ὅτʼ ἀλκᾶντας Δαναοὺς τρέψαις ἁλίαισινπρύμναις Τήλεφος ἔμβαλεν·ὥστʼ ἔμφρονι δεῖξαιμαθεῖν Πατρόκλου βιατὰν νόον.ἐξ οὗ Θέτιος γόνος οὐλίῳ νιν ἐν Ἄρειπαραγορεῖτο μή ποτεσφετέρας ἄτερθε ταξιοῦσθαιδαμασιμβρότου αἰχμᾶς.εἴην εὑρησιεπὴς ἀναγεῖσθαι