τὸ μὲν Ἀρχιλόχου μέλοςφωνᾶεν Ὀλυμπίᾳ, καλλίνικος ὁ τριπλόος κεχλαδώς,ἄρκεσε Κρόνιον παρʼ ὄχθον ἁγεμονεῦσαικωμάζοντι φίλοις Ἐφαρμόστῳ σὺν ἑταίροις·ἀλλὰ νῦν ἑκαταβόλων Μοισᾶν ἀπὸ τόξωνΔία τε φοινικοστερόπαν σεμνόν τʼ ἐπίνειμαιἀκρωτήριον Ἄλιδοςτοιοῖσδε βέλεσσιν,τὸ δή ποτε Λυδὸς ἥρως Πέλοψἐξάρατο κάλλιστον ἕδνον Ἱπποδαμείας·πτερόεντα δʼ ἵει γλυκὺνΠυθώναδʼ ὀϊστόν· οὔτοι χαμαιπετέων λόγων ἐφάψεαιἀνδρὸς ἀμφὶ παλαίσμασιν φόρμιγγʼ ἐλελίζωνκλεινᾶς ἐξ Ὀπόεντος· αἰνήσαις ἓ καὶ υἱόν,ἃν Θέμις θυγάτηρ τέ οἱ σώτειρα λέλογχενμεγαλόδοξος Εὐνομία, θάλλει δʼ ἀρεταῖσινσόν τε, Κασταλία, πάραἈλφεοῦ τε ῥέεθρον·ὅθεν στεφάνων ἄωτοι κλυτὰνΛοκρῶν ἐπαείροντι ματέρʼ ἀγλαόδενδρον.ἐγὼ δέ τοι φίλαν πόλινμαλεραῖς ἐπιφλέγων ἀοιδαῖς,καὶ ἀγάνορος ἵππουθᾶσσον καὶ ναὸς ὑποπτέρου παντᾷἀγγελίαν πέμψω ταύταν,εἰ σύν τινι μοιριδίῳ παλάμᾳἐξαίρετον Χαρίτων νέμομαι κᾶπον·κεῖναι γὰρ ὤπασαν τὰ τέρπνʼ· ἀγαθοὶ δὲ καὶ σοφοὶ κατὰ δαίμονʼ ἄνδρεςἐγένοντʼ· ἐπεὶ ἀντίαπῶς ἂν τριόδοντος Ἡρακλέης σκύταλον τίναξε χερσίν,ἁνίκʼ ἀμφὶ Πύλον σταθεὶς ἤρειδε Ποσειδᾶνἤρειδεν δέ νιν ἀργυρέῳ τόξῳ πολεμίζωνΦοῖβος, οὐδʼ Ἀΐδας ἀκινήταν ἔχε ῥάβδον,βρότεα σώμαθʼ ᾇ κατάγει κοίλαν πρὸς ἀγυιὰνθνᾳσκόντων; ἀπό μοι λόγοντοῦτον, στόμα, ῥῖψον·ἐπεὶ τό γε λοιδορῆσαι θεοὺςἐχθρὰ σοφία, καὶ τὸ καυχᾶσθαι παρὰ καιρὸνμανίαισιν ὑποκρέκει.μὴ νῦν λαλάγει τὰ τοιαῦτʼ· ἔα πόλεμον μάχαν τε πᾶσαν