Ἑρμᾶ δὲ θυγατρὸς ἀκούσαις ἸφίωνἈγγελίας, ἐνέποι κεν Καλλιμάχῳ λιπαρὸνκόσμον Ὀλυμπίᾳ, ὅν σφι Ζεὺς γένειὤπασεν. ἐσλὰ δʼ ἐπʼ ἐσλοῖςἔργʼ ἐθέλοι δόμεν, ὀξείας δὲ νόσους ἀπαλάλκοι.εὔχομαι ἀμφὶ καλῶν μοίρᾳ Νέμεσιν διχόβουλον μὴ θέμεν·ἀλλʼ ἀπήμαντον ἄγων βίοτοναὐτούς τʼ ἀέξοι καὶ πόλιν.