ἔννεπε δʼ ἀντίον ὁρμαίνων τέρας εὐθὺς, Ἀπόλλων·Πέργαμος ἀμφὶ τεαῖς, ἥρως, χερὸς ἐργασίαι ἁλίσκεται·ὣς ἐμοὶ φάσμα λέγει Κρονίδαπεμφθὲν βαρυγδούπου Διός·οὐκ ἄτερ παίδων σέθεν, ἀλλʼ ἅμα πρώτοις ῥάζεταικαὶ τερτάτοις. ὣς ἆρα θεὸς σάφα εἴπαιςΞάνθον ἤπειγεν καὶ Ἀμαζόνας εὐίππους καὶ ἐς Ἴστρον ἐλαύνων.Ὀρσοτρίαινα δʼ ἐπʼ Ἰσθμῷ ποντίᾳἅρμα θοὸν τανύεν,ἀποπέμπων Αἰακὸνδεῦρʼ ἀνʼ ἵπποις χρυσέαις,καὶ Κορίνθου δειράδʼ ἐποψόμενος δαιτικλυτάν.τερπνὸν δʼ ἐν ἀνθρώποις ἴσον ἔσσεται οὐδέν.εἰ δʼ ἐγὼ Μελησίᾳ ἐξ ἀγενείων κῦδος ἀνέδραμον ὕμνῳ,μὴ βαλέτω με λίθῳ τραχεῖ φθόνος·καὶ Νεμέᾳ γὰρ ὁμῶςἐρέω ταύταν χάριν,τὰν δʼ ἔπειτʼ ἀνδρῶν μάχανἐκ παγκρατίου. τὸ διδάξασθαι δέ τοιεἰδότι ῥᾴτερον· ἄγνωμον δὲ τὸ μὴ προμαθεῖν·κουφότεραι γὰρ ἀπειράτων φρένες.κεῖνα δὲ κεῖνος ἂν εἴποιἔργα περαίτερον ἄλλων, τίς τρόπος ἄνδρα προβάσειἐξ ἱερῶν ἀέθλων μέλλοντα ποθεινοτάταν δόξαν φέρειν.νῦν μὲν αὐτῷ γέρας Ἀλκιμέδωννίκαν τριακοστὰν ἑλών·ὃς τύχᾳ μὲν δαίμονος, ἀνορέας δʼ οὐκ ἀμπλακὼνἐν τέτρασιν παίδων ἀπεθήκατο γυίοιςνόστον ἔχθιστον καὶ ἀτιμοτέραν γλῶσσαν καὶ ἐπίκρυφον οἶμον,πατρὶ δὲ πατρὸς ἐνέπνευσεν μένοςγήραος ἀντίπαλον.Ἀΐδα τοι λάθεταιἄρμενα πράξαις ἀνήρ.ἀλλʼ ἐμὲ χρὴ μναμοσύναν ἀνεγείροντα φράσαιχειρῶν ἄωτον Βλεψιάδαις ἐπίνικον,ἕκτος οἷς ἤδη στέφανος περίκειται φυλλοφόρων ἀπʼ ἀγώνων.ἔστι δὲ καί τι θανόντεσσιν μέροςκὰν νόμον ἐρδομένων·κατακρύπτει δʼ οὐ κόνιςσυγγόνων κεδνὰν χάριν.