μᾶτερ ὦ χρυσοστεφάνων ἀέθλων, Οὐλυμπία,δέσποινʼ ἀλαθείας· ἵνα μάντιες ἄνδρεςἐμπύροις τεκμαιρόμενοι παραπειρῶνται Διὸς ἀργικεραύνου,εἴ τινʼ ἔχει λόγον ἀνθρώπων πέριμαιομένων μεγάλανἀρετὰν θυμῷ λαβεῖν,τῶν δὲ μόχθων ἀμπνοάν·ἄνεται δὲ πρὸς χάριν εὐσεβίας ἀνδρῶν λιταῖς.ἀλλʼ ὦ Πίσας εὔδενδρον ἐπʼ Ἀλφεῷ ἄλσος,τόνδε κῶμον καὶ στεφαναφορίαν δέξαι. μέγα τοι κλέος αἰεί,ᾧτινι σὸν γέρας ἕσπητʼ ἀγλαόν·ἄλλα δʼ ἐπʼ ἄλλον ἔβανἀγαθῶν, πολλαὶ δʼ ὁδοὶσὺν θεοῖς εὐπραγίας.Τιμόσθενες, ὔμμε δʼ ἐκλάρωσεν πότμοςΖηνὶ γενεθλίῳ· ὃς σὲ μὲν Νεμέᾳ πρόφατον,Ἀλκιμέδοντα δὲ πὰρ Κρόνου λόφῳθῆκεν Ὀλυμπιονίκαν.ἦν δʼ ἐσορᾶν καλός, ἔργῳ τʼ οὐ κατὰ εἶδος ἐλέγχωνἐξένεπε κρατέων πάλᾳ δολιχήρετμον Αἴγιναν πάτραν·ἔνθα σώτειρα Διὸς ξενίουπάρεδρος ἀσκεῖται Θέμιςἔξοχʼ ἀνθρώπων. ὅ τι γὰρ πολὺ καὶ πολλᾷ ῥέπῃ,ὀρθᾷ διακρίνειν φρενὶ μὴ παρὰ καιρόν,δυσπαλές· τεθμὸς δέ τις ἀθανάτων καὶ τάνδʼ ἁλιερκέα χώρανπαντοδαποῖσιν ὑπέστασε ξένοιςκίονα δαιμονίανὁ δʼ ἐπαντέλλων χρόνοςτοῦτο πράσσων μὴ κάμοιΔωριεῖ λαῷ ταμιευομέναν ἐξ Αἰακοῦ·τὸν παῖς ὁ Λατοῦς εὐρυμέδων τε Ποσειδᾶν,Ἰλίῳ μέλλοντες ἐπὶ στέφανον τεῦξαι, καλέσαντο συνεργὸντείχεος, ἦν ὅτι νιν πεπρωμένονὀρνυμένων πολέμωνπτολιπόρθοις ἐν μάχαιςλάβρον ἀμπνεῦσαι καπνόν.γλαυκοὶ δὲ δράκοντες, ἐπεὶ κτίσθη νέον,πύργον ἐσαλλόμενοι τρεῖς, οἱ δύο μὲν κάπετον,αὖθι δʼ ἀτυζομένω ψυχὰς βάλον·εἷς δʼ ἀνόρουσε βοάσαις.