παισὶν φίλοις,ὡς ἂν θεᾷ πρῶτοι κτίσαιεν βωμὸν ἐναργέα, καὶ σεμνὰν θυσίαν θέμενοιπατρί τε θυμὸν ἰάναιεν κόρᾳ τʼ ἐγχειβρόμῳ. ἐν δʼ ἀρετὰνἔβαλεν καὶ χάρματʼ ἀνθρώποισι Προμαθέος Αἰδώς·ἐπὶ μὰν βαίνει τε καὶ λάθας ἀτέκμαρτα νέφος,καὶ παρέλκει πραγμάτων ὀρθὰν ὁδὸνἔξω φρενῶν.καὶ τοὶ γὰρ αἰθοίσας ἔχοντες σπέρμʼ ἀνέβαν φλογὸς οὔ· τεῦξαν δʼ ἀπύροις ἱεροῖςἄλσος ἐν ἀκροπόλει· κείνοις ὁ μὲν ξανθὰν ἀγαγὼν νεφέλανπολὺν ὗσε χρυσόν· αὐτὰ δέ σφισιν ὤπασε τέχνανπᾶσαν ἐπιχθονίων Γλαυκῶπις ἀριστοπόνοις χερσὶ κρατεῖν.ἔργα δὲ ζωοῖσιν ἑρπόντεσσί θʼ ὁμοῖα κέλευθοι φέρον·ἦν δὲ κλέος βαθύ. δαέντι δὲ καὶ σοφία μείζων ἄδολος τελέθει.φαντὶ δʼ ἀνθρώπων παλαιαὶῥήσιες, οὔπω, ὅτε χθόνα δατέοντο Ζεύς τε καὶ ἀθάνατοι,φανερὰν ἐν πελάγει Ῥόδον ἔμμεν ποντίῳ,ἁλμυροῖς δʼ ἐν βένθεσιν νᾶσον κεκρύφθαι.ἀπεόντος δʼ οὔτις ἔνδειξεν λάχος Ἀελίου·καί ῥά μιν χώρας ἀκλάρωτον λίπον,ἁγνὸν θεόν.μνασθέντι δὲ Ζεὺς ἄμπαλον μέλλεν θέμεν. ἀλλά νιν οὐκ εἴασεν· ἐπεὶ πολιᾶςεἶπέ τινʼ αὐτὸς ὁρᾶν ἔνδον θαλάσσας αὐξομέναν πεδόθενπολύβοσκον γαῖαν ἀνθρώποισι καὶ εὔφρονα μήλοις.ἐκέλευσεν δʼ αὐτίκα χρυσάμπυκα μὲν Λάχεσινχεῖρας ἀντεῖναι, θεῶν δʼ ὅρκον μέγανμὴ παρφάμεν,ἀλλὰ Κρόνου σὺν παιδὶ νεῦσαι, φαεννὸν ἐς αἰθέρα νιν πεμφθεῖσαν ἑᾷ κεφαλᾷἐξοπίσω γέρας ἔσσεσθαι. τελεύταθεν δὲ λόγων κορυφαὶἐν ἀλαθείᾳ πετοῖσαι. βλάστε μὲν ἐξ ἁλὸς ὑγρᾶςνᾶσος, ἔχει τέ νιν ὀξειᾶν ὁ γενέθλιος ἀκτίνων πατήρ,πῦρ πνεόντων ἀρχὸς ἵππων· ἔνθα Ῥόδῳ ποτὲ μιχθεὶς τέκενἑπτὰ σοφώτατα νοήματʼ ἐπὶ προτέρων ἀνδρῶν παραδεξαμένουςπαῖδας, ὧν εἷς μὲν Κάμειρονπρεσβύτατόν τε Ἰάλυσον ἔτεκεν Λίνδον τʼ· ἀπάτερθε δʼ ἔχον,διὰ γαῖαν τρίχα δασσάμενοι πατρωίαν,ἀστέων μοῖραν, κέκληνται δέ σφιν ἕδραι.τόθι λύτρον συμφορᾶς οἰκτρᾶς γλυκὺ Τλαπολέμῳἵσταται Τιρυνθίων ἀρχαγέτᾳ,ὥσπερ θεῷ,μήλων τε κνισσάεσσα πομπὰ καὶ κρίσις ἀμφʼ ἀέθλοις. τῶν ἄνθεσι Διαγόρας