φιάλαν ὡς εἴ τις ἀφνειᾶς ἀπὸ χειρὸς ἑλὼνἔνδον ἀμπέλου καχλάζοισαν δρόσῳδωρήσεταινεανίᾳ γαμβρῷ προπίνων οἴκοθεν οἴκαδε, πάγχρυσον κορυφὰν κτεάνων,συμποσίου τε χάριν κᾶδός τε τιμάσαις νέον, ἐν δὲ φίλωνπαρεόντων θῆκέ νιν ζαλωτὸν ὁμόφρονος εὐνᾶς·καὶ ἐγὼ νέκταρ χυτόν, Μοισᾶν δόσιν, ἀεθλοφόροιςἀνδράσιν πέμπων, γλυκὺν καρπὸν φρενός,ἱλάσκομαι,Οὐλυμπίᾳ Πυθοῖ τε νικώντεσσιν· ὁ δʼ ὄλβιος, ὃν φᾶμαι κατέχοντʼ ἀγαθαί.ἄλλοτε δʼ ἄλλον ἐποπτεύει Χάρις ζωθάλμιος ἁδυμελεῖθαμὰ μὲν φόρμιγγι παμφώνοισί τʼ ἐν ἔντεσιν αὐλῶν.καί νυν ὑπʼ ἀμφοτέρων σὺν Διαγόρᾳ κατέβαν τὰν ποντίανὑμνέων παῖδʼ Ἀφροδίτας Ἀελίοιό τε νύμφαν, Ῥόδον,εὐθυμάχαν ὄφρα πελώριον ἄνδρα παρʼ Ἀλφεῷ στεφανωσάμενοναἰνέσω πυγμᾶς ἄποινακαὶ παρὰ Κασταλίᾳ, πατέρα τε Δαμάγητον ἁδόντα Δίκᾳ,Ἀσίας εὐρυχόρου τρίπολιν νᾶσον πέλαςἐμβόλῳ ναίοντας Ἀργείᾳ σὺν αἰχμᾷ.ἐθελήσω τοῖσιν ἐξ ἀρχᾶς ἀπὸ Τλαπολέμουξυνὸν ἀγγέλλων διορθῶσαι λόγον,Ἡρακλέοςεὐρυσθενεῖ γέννᾳ. τὸ μὲν γὰρ πατρόθεν ἐκ Διὸς εὔχονται· τὸ δʼ Ἀμυντορίδαιματρόθεν Ἀστυδαμείας. ἀμφὶ δʼ ἀνθρώπων φρασὶν ἀμπλακίαιἀναρίθμητοι κρέμανται· τοῦτο δʼ ἀμάχανον εὑρεῖν,ὅ τι νῦν ἐν καὶ τελευτᾷ φέρτατον ἀνδρὶ τυχεῖν.καὶ γὰρ Ἀλκμήνας κασίγνητον νόθονσκάπτῳ θένωνσκληρᾶς ἐλαίας ἔκτανʼ ἐν Τίρυνθι Λικύμνιον ἐλθόντʼ ἐκ θαλάμων Μιδέαςτᾶσδέ ποτε χθονὸς οἰκιστὴρ χολωθείς. αἱ δὲ φρενῶν ταραχαὶπαρέπλαγξαν καὶ σοφόν. μαντεύσατο δʼ ἐς θεὸν ἐλθών.τῷ μὲν ὁ Χρυσοκόμας εὐώδεος ἐξ ἀδύτου ναῶν πλόονεἶπε Λερναίας ἀπʼ ἀκτᾶς εὐθὺν ἐς ἀμφιθάλασσον νομόν,ἔνθα ποτὲ βρέχε θεῶν βασιλεὺς ὁ μέγας χρυσέαις νιφάδεσσι πόλιν,ἁνίχʼ Ἁφαίστου τέχναισινχαλκελάτῳ πελέκει πατέρος Αθαναία κορυφὰν κατʼ ἄκρανἀνορούσαισʼ ἀλάλαξεν ὑπερμάκει βοᾷ·Οὐρανὸς δʼ ἔφριξέ νιν καὶ Γαῖα μάτηρ.τότε καὶ φαυσίμβροτος δαίμων Ὑπεριονίδαςμέλλον ἔντειλεν φυλάξασθαι χρέος