σὺν βαρυγδούπῳ πατρὶ κραίνει σέθεν εὐτυχίαν.δόξαν ἔχω τινʼ ἐπὶ γλώσσᾳ ἀκόνας λιγυρᾶς,ἅ μʼ ἐθέλοντα προσέρπει καλλιρόοισι πνοαῖς·ματρομάτωρ ἐμὰ Στυμφαλίς, εὐανθὴς Μετώπα,πλάξιππον ἃ Θήβαν ἔτικτεν, τᾶς ἐρατεινὸν ὕδωρπίομαι, ἀνδράσιν αἰχματαῖσι πλέκωνποικίλον ὕμνον. ὄτρυνον νῦν ἑταίρους,Αἰνέα, πρῶτον μὲν Ἥραν Παρθενίαν κελαδῆσαι,γνῶναί τʼ ἔπειτʼ, ἀρχαῖον ὄνειδος ἀλαθέσινλόγοις εἰ φεύγομεν, Βοιωτίαν ὗν. ἐσσὶ γὰρ ἄγγελος ὀρθός,ἠϋκόμων σκυτάλα Μοισᾶν, γλυκὺς κρατὴρ ἀγαφθέγκτων ἀοιδᾶν·εἰπὸν δὲ μεμνᾶσθαι Συρακοσσᾶν τε καὶ Ὀρτυγίας·τὰν Ἱέρων καθαρῷ σκάπτῳ διέπων,ἄρτια μηδόμενος, φοινικόπεζανἀμφέπει Δάματρα, λευκίππου τε θυγατρὸς ἑορτάν,καὶ Ζηνὸς Αἰτναίου κράτος. ἁδύλογοι δέ νινλύραι μολπαί τε γιγνώσκοντι. μὴ θράσσοι χρόνος ὄλβον ἐφέρπων.σὺν δὲ φιλοφροσύναις εὐηράτοις Ἁγησία δέξαιτο κῶμονοἴκοθεν οἴκαδʼ ἀπὸ Στυμφαλίων τειχέων ποτινισσόμενον,ματέρʼ εὐμήλοιο λείποντʼ Ἀρκαδίας. ἀγαθαὶ δὲ πέλοντʼ ἐν χειμερίᾳνυκτὶ θοᾶς ἐκ ναὸς ἀπεσκίμφθαι δύʼ ἄγκυραι. θεὸςτῶν τε κείνων τε κλυτὰν αἶσαν παρέχοι φιλέων.δέσποτα ποντομέδων, εὐθὺν δὲ πλόον καμάτωνἐκτὸς ἐόντα δίδοι, χρυσαλακάτοιο πόσιςἈμφιτρίτας, ἐμῶν δʼ ὕμνων ἄεξʼ εὐτερπὲς ἄνθος.