τίκτε θεόφρονα κοῦρον. τᾷ μὲν ὁ Χρυσοκόμαςπραΰμητίν τʼ Ἐλείθυιαν παρέστασέν τε Μοίρας·ἦλθεν δʼ ὑπὸ σπλάγχνων ὑπʼ ὠδῖνός τʼ ἐρατᾶς Ἴαμοςἐς φάος αὐτίκα. τὸν μὲν κνιζομέναλεῖπε χαμαί· δύο δὲ γλαυκῶπες αὐτὸνδαιμόνων βουλαῖσιν ἐθρέψαντο δράκοντες ἀμεμφεῖἰῷ μελισσᾶν καδόμενοι. βασιλεὺς δʼ ἐπεὶπετραέσσας ἐλαύνων ἵκετʼ ἐκ Πυθῶνος, ἅπαντας ἐν οἴκῳεἴρετο παῖδα, τὸν Εὐάδνα τέκοι· Φοίβου γὰρ αὐτὸν φᾶ γεγάκεινπατρός, περὶ θνατῶν δʼ ἔσεσθαι μάντιν ἐπιχθονίοιςἔξοχον, οὐδέ ποτʼ ἐκλείψειν γενεάν.ὣς ἄρα μάνυε. τοὶ δʼ οὔτʼ ὦν ἀκοῦσαιοὔτʼ ἰδεῖν εὔχοντο πεμπταῖον γεγενημένον. ἀλλʼ ἐνκέκρυπτο γὰρ σχοίνῳ βατιᾷ τʼ ἐν ἀπειράτῳ,ἴων ξανθαῖσι καὶ παμπορφύροις ἀκτῖσι βεβρεγμένος ἁβρὸνσῶμα· τὸ καὶ κατεφάμιξεν καλεῖσθαί νιν χρόνῳ σύμπαντι μάτηρτοῦτʼ ὄνυμʼ ἀθάνατον. τερπνᾶς δʼ ἐπεὶ χρυσοστεφάνοιο λάβενκαρπὸν Ἥβας, Ἀλφεῷ μέσσῳ καταβὰς ἐκάλεσσε Ποσειδᾶνʼ εὐρυβίαν,ὃν πρόγονον, καὶ τοξοφόρον Δάλου θεοδμάτας σκοπόν,αἰτέων λαοτρόφον τιμάν τινʼ ἑᾷ κεφαλᾷ,νυκτὸς ὑπαίθριος. ἀντεφθέγξατο δʼ ἀρτιεπὴςπατρία ὄσσα, μετάλλασέν τέ νιν· ὄρσο, τέκος,δεῦρο πάγκοινον ἐς χώραν ἴμεν φάμας ὄπισθεν.ἵκοντο δʼ ὑψηλοῖο πέτραν ἀλίβατον Κρονίου·ἔνθα οἱ ὤπασε θησαυρὸν δίδυμονμαντοσύνας, τόκα μὲν φωνὰν ἀκούεινψευδέων ἄγνωστον, εὖτʼ ἂν δὲ θρασυμάχανος ἐλθὼνἩρακλέης, σεμνὸν θάλος Ἀλκαϊδᾶν, πατρὶἑορτάν τε κτίσῃ πλειστόμβροτον τεθμόν τε μέγιστον ἀέθλων,Ζηνὸς ἐπʼ ἀκροτάτῳ βωμῷ τότʼ αὖ χρηστήριον θέσθαι κέλευσεν.ἐξ οὗ πολύκλειτον καθʼ Ἕλλανας γένος Ἰαμιδᾶν.ὄλβος ἅμʼ ἕσπετο· τιμῶντες δʼ ἀρετὰςἐς φανερὰν ὁδὸν ἔρχονται. τεκμαίρειχρῆμʼ ἕκαστον· μῶμος ἐξ ἄλλων κρέμαται φθονεόντωντοῖς, οἷς ποτε πρώτοις περὶ δωδέκατον δρόμονἐλαυνόντεσσιν αἰδοία ποτιστάξῃ Χάρις εὐκλέα μορφάν.εἰ δʼ ἐτύμως ὑπὸ Κυλλάνας ὅροις, Ἁγησία, μάτρωες ἄνδρεςναιετάοντες ἐδώρησαν θεῶν κάρυκα λιταῖς θυσίαιςπολλὰ δὴ πολλαῖσιν Ἑρμᾶν εὐσεβέως, ὃς ἀγῶνας ἔχει μοῖράν τʼ ἀέθλωνἈρκαδίαν τʼ εὐάνορα τιμᾷ· κεῖνος, ὦ παῖ Σωστράτου,