χρυσέας ὑποστάσαντες εὐτειχεῖ προθύρῳ θαλάμουκίονας, ὡς ὅτε θαητὸν μέγαρονπάξομεν· ἀρχομένου δʼ ἔργου πρόσωπονχρὴ θέμεν τηλαυγές. εἰ δʼ εἴη μὲν Ὀλυμπιονίκας,βωμῷ τε μαντείῳ ταμίας Διὸς ἐν Πίσᾳ,συνοικιστήρ τε τᾶν κλεινᾶν Συρακοσσᾶν· τίνα κεν φύγοι ὕμνονκεῖνος ἀνήρ, ἐπικύρσαις ἀφθόνων ἀστῶν ἐν ἱμερταῖς ἀοιδαῖς;ἴστω γὰρ ἐν τούτῳ πεδίλῳ δαιμόνιον πόδʼ ἔχωνΣωστράτου υἱός. ἀκίνδυνοι δʼ ἀρεταὶοὔτε παρʼ ἀνδράσιν οὔτʼ ἐν ναυσὶ κοίλαιςτίμιαι· πολλοὶ δὲ μέμνανται, καλὸν εἴ τι ποναθῇ.Ἁγησία, τὶν δʼ αἶνος ἑτοῖμος, ὃν ἐν δίκᾳἀπὸ γλώσσας Ἄδραστος μάντιν Οἰκλείδαν ποτʼ ἐς Ἀμφιάρηονφθέγξατʼ, ἐπεὶ κατὰ γαῖʼ αὐτόν τέ νιν καὶ φαιδίμας ἵππους ἔμαρψεν.ἑπτὰ δʼ ἔπειτα πυρᾶν νεκρῶν τελεσθεισᾶν Ταλαϊονίδαςεἶπεν ἐν Θήβαισι τοιοῦτόν τι ἔπος· ποθέω στρατιᾶς ὀφθαλμὸν ἐμᾶς,ἀμφότερον μάντιν τʼ ἀγαθὸν καὶ δουρὶ μάρνασθαι. τὸ καὶἀνδρὶ κώμου δεσπότᾳ πάρεστι Συρακοσίῳ.οὔτε δύσηρις ἐὼν οὔτʼ ὦν φιλόνικος ἄγαν,καὶ μέγαν ὅρκον ὀμόσσαις τοῦτό γέ οἱ σαφέωςμαρτυρήσω· μελίφθογγοι δʼ ἐπιτρέψοντι Μοῖσαι.ὦ Φίντις, ἀλλὰ ζεῦξον ἤδη μοι σθένος ἡμιόνων,ᾇ τάχος, ὄφρα κελεύθῳ τʼ ἐν καθαρᾷβάσομεν ὄκχον, ἵκωμαί τε πρὸς ἀνδρῶνκαὶ γένος· κεῖναι γὰρ ἐξ ἀλλᾶν ὁδὸν ἁγεμονεῦσαιταύταν ἐπίστανται, στεφάνους ἐν Ὀλυμπίᾳἐπεὶ δέξαντο· χρὴ τοίνυν πύλας ὕμνων ἀναπίτναμεν αὐταῖς·πρός Πιτάναν δὲ παρʼ Εὐρώτα πόρον δεῖ σάμερόν μʼ ἐλθεῖν ἐν ὥρᾳ·ἅ τοι Ποσειδάωνι μιχθεῖσα Κρονίῳ λέγεταιπαῖδα ἰόπλοκον Εὐάδναν τεκέμεν.κρύψε δὲ παρθενίαν ὠδῖνα κόλποις·κυρίῳ δʼ ἐν μηνὶ πέμποισʼ ἀμφιπόλους ἐκέλευσενἥρωι πορσαίνειν δόμεν Εἰλατίδᾳ βρέφος,ὃς ἀνδρῶν Ἀρκάδων ἄνασσε Φαισάνᾳ λάχε τʼ Ἀλφεὸν οἰκεῖν·ἔνθα τραφεῖσʼ ὑπʼ Ἀπόλλωνι γλυκείας πρῶτον ἔψαυσʼ Ἀφροδίτας.οὐδʼ ἔλαθʼ Αἴπυτον ἐν παντὶ χρόνῳ κλέπτοισα θεοῖο γόνον.ἀλλʼ ὁ μὲν Πυθώναδʼ, ἐν θυμῷ πιέσαις χόλον οὐ φατὸν ὀξείᾳ μελέτᾳ,ᾤχετʼ ἰὼν μαντευσόμενος ταύτας περʼ ἀτλάτου πάθας.ἁ δὲ φοινικόκροκον ζώναν καταθηκαμένακάλπιδά τʼ ἀργυρέαν, λόχμας ὑπὸ κυανέας