ὑψηλᾶν ἀρετᾶν καὶ στεφάνων ἄωτον γλυκὺντῶν Οὐλυμπίᾳ, Ὠκεανοῦ θύγατερ, καρδίᾳ γελανεῖἀκαμαντόποδός τʼ ἀπήνας δέκευ Ψαύμιός τε δῶρα·ὃς τὰν σὰν πόλιν αὔξων, Καμάρινα, λαοτρόφονβωμοὺς ἓξ διδύμους ἐγέραιρεν ἑορταῖς θεῶν μεγίσταιςὑπὸ βουθυσίαις ἀέθλων τε πεμπαμέροις ἁμίλλαις,ἵπποις ἡμιόνοις τε μοναμπυκίᾳ τε. τὶν δὲ κῦδος ἁβρόννικάσαις ἀνέθηκε, καὶ ὃν πατέρʼ Ἄκρωνʼ ἐκάρυξε καὶ τὰν νέοικον ἕδραν.ἵκων δʼ Οἰνομάου καὶ Πέλοπος παρʼ εὐηράτωνσταθμῶν, ὦ πολιάοχε Παλλάς, ἀείδει μὲν ἄλσος ἁγνὸντὸ τεόν, ποταμόν τε Ὤανιν, ἐγχωρίαν τε λίμναν,καὶ σεμνοὺς ὀχετούς, Ἵππαρις οἷσιν ἄρδει στρατόν,κολλᾷ τε σταδίων θαλάμων ταχέως ὑψίγυιον ἄλσος,ἀπʼ ἀμαχανίας ἄγων ἐς φάος τόνδε δᾶμον ἀστῶν·αἰεὶ δʼ ἀμφʼ ἀρεταῖσι πόνος δαπάνα τε μάρναται πρὸς ἔργονκινδύνῳ κεκαλυμμένον· ἠῢ δʼ ἔχοντες σοφοὶ καὶ πολίταις ἔδοξαν ἔμμεν.Σωτὴρ ὑψινεφὲς Ζεῦ, Κρόνιόν τε ναίων λόφοντιμῶν τʼ Ἀλφεὸν εὐρὺ ῥέοντʼ Ἰδαῖόν τε σεμνὸν ἄντρον,ἱκέτας σέθεν ἔρχομαι Λυδίοις ἀπύων ἐν αὐλοῖς,αἰτήσων πόλιν εὐανορίαισι τάνδε κλυταῖςδαιδάλλειν, σέ τʼ, Ὀλυμπιόνικε, Ποσειδανίαισιν ἵπποιςἐπιτερπόμενον φέρειν γῆρας εὔθυμον ἐς τελευτάν,υἱῶν, Ψαῦμι, παρισταμένων. ὑγίεντα δʼ εἴ τις ὄλβον ἄρδει,ἐξαρκέων κτεάτεσσι καὶ εὐλογίαν προστιθείς, μὴ ματεύσῃ θεὸς γενέσθαι.