ἐλατὴρ ὑπέρτατε βροντᾶς ἀκαμαντόποδος Ζεῦ· τεαὶ γὰρ ὧραιὑπὸ ποικιλοφόρμιγγος ἀοιδᾶς ἑλισσόμεναί μʼ ἔπεμψανὑψηλοτάτων μάρτυρʼ ἀέθλων.ξείνων δʼ εὖ πρασσόντων ἔσαναν αὐτίκʼ ἀγγελίανποτὶ γλυκεῖαν ἐσλοί.ἀλλʼ, ὦ Κρόνου παῖ, ὃς Αἴτναν ἔχεις,ἶπον ἀνεμόεσσαν ἑκατογκεφάλα Τυφῶνος ὀβρίμου,Οὐλυμπιονίκαν δέκευΧαρίτων ἕκατι τόνδε κῶμον,χρονιώτατον φάος εὐρυσθενέων ἀρετᾶν. Ψαύμιος γὰρ ἵκειὀχέων, ὅς, ἐλαίᾳ στεφανωθεὶς Πισάτιδι, κῦδος ὄρσαισπεύδει Καμαρίνᾳ. θεὸς εὔφρωνεἴη λοιπαῖς εὐχαῖς· ἐπεί νιν αἰνέω μάλα μὲντροφαῖς ἑτοῖμον ἵππων,χαίροντά τε ξενίαις πανδόκοιςκαὶ πρὸς ἁσυχίαν φιλόπολιν καθαρᾷ γνώμᾳ τετραμμένον.οὐ ψεύδεϊ τέγξω λόγον·διάπειρά τοι βροτῶν ἔλεγχος·ἅπερ Κλυμένοιο παῖδαΛαμνιάδων γυναικῶνἔλυσεν ἐξ ἀτιμίας.χαλκέοισι δʼ ἐν ἔντεσι νικῶν δρόμονἔειπεν Ὑψιπυλείᾳ μετὰ στέφανον ἰών·οὗτος ἐγὼ ταχυτᾶτι·χεῖρες δὲ καὶ ἦτορ ἴσον.φύονται δὲ καὶ νέοις ἐν ἀνδράσινπολιαὶ θαμὰ καὶ παρὰ τὸν ἁλικίαςἐοικότα χρόνον.