Τυνδαρίδαις τε φιλοξείνοις ἁδεῖν καλλιπλοκάμῳ θʼ Ἑλένᾳκλεινὰν Ἀκράγαντα γεραίρων εὔχομαι,Θήρωνος Ὀλυμπιονίκαν ὕμνον ὀρθώσαις, ἀκαμαντοπόδωνἵππων ἄωτον. Μοῖσα δʼ οὕτω ποι παρέστα μοι νεοσίγαλον εὑρόντι τρόπονΔωρίῳ φωνὰν ἐναρμόξαι πεδίλῳἀγλαόκωμον. ἐπεὶ χαίταισι μὲν ζευχθέντες ἔπι στέφανοιπράσσοντί με τοῦτο θεόδματον χρέος,φόρμιγγά τε ποικιλόγαρυν καὶ βοὰν αὐλῶν ἐπέων τε θέσινΑἰνησιδάμου παιδὶ συμμῖξαι πρεπόντως, ἅ τε Πίσα με γεγωνεῖν· τᾶς ἄποθεόμοροι νίσοντʼ ἐπʼ ἀνθρώπους ἀοιδαί,ᾧ τινι, κραίνων ἐφετμὰς Ἡρακλέος προτέρας,ἀτρεκὴς Ἑλλανοδίκας γλεφάρων Αἰτωλὸς ἀνὴρ ὑψόθενἀμφὶ κόμαισι βάλῃ γλαυκόχροα κόσμον ἐλαίας· τάν ποτεἼστρου ἀπὸ σκιαρᾶν παγᾶν ἔνεικεν Ἀμφιτρυωνιάδας,μνᾶμα τῶν Οὐλυμπίᾳ κάλλιστον ἄθλωνδᾶμον Ὑπερβορέων πείσαις Ἀπόλλωνος θεράποντα λόγῳ.πιστὰ φρονέων Διὸς αἴτει πανδόκῳἄλσει σκιαρόν τε φύτευμα ξυνὸν ἀνθρώποις στέφανόν τʼ ἀρετᾶν.ἤδη γὰρ αὐτῷ, πατρὶ μὲν βωμῶν ἁγισθέντων, διχόμηνις ὅλον χρυσάρματοςἑσπέρας ὀφθαλμὸν ἀντέφλεξε Μήνα,καὶ μεγάλων ἀέθλων ἁγνὰν κρίσιν καὶ πενταετηρίδʼ ἁμᾶθῆκε ζαθέοις ἐπὶ κρημνοῖς Ἀλφεοῦ·ἀλλʼ οὐ καλὰ δένδρεʼ ἔθαλλεν χῶρος ἐν βάσσαις Κρονίου Πέλοπος.τούτων ἔδοξεν γυμνὸς αὐτῷ κᾶπος ὀξείαις ὑπακουέμεν αὐγαῖς ἁλίου.δὴ τότʼ ἐς γαῖαν πορεύεν θυμὸς ὥρμαἸστρίαν νιν· ἔνθα Λατοῦς ἱπποσόα θυγάτηρδέξατʼ ἐλθόντʼ Ἀρκαδίας ἀπὸ δειρᾶν καὶ πολυγνάμπτων μυχῶν,εὖτέ νιν ἀγγελίαις Εὐρυσθέος ἔντυʼ ἀνάγκα πατρόθενχρυσόκερων ἔλαφον θήλειαν ἄξονθʼ, ἅν ποτε Ταϋγέταἀντιθεῖσʼ Ὀρθωσίᾳ ἔγραψεν ἱράν.τὰν μεθέπων ἴδε καὶ κείναν χθόνα πνοιᾶς ὄπιθεν Βορέαψυχροῦ. τόθι δένδρεα θάμβαινε σταθείς.τῶν νιν γλυκὺς ἵμερος ἔσχεν δωδεκάγναμπτον περὶ τέρμα δρόμουἵππων φυτεῦσαι. καί νυν ἐς ταύταν ἑορτὰν ἵλαος ἀντιθέοισιν νίσσεταισὺν βαθυζώνου διδύμοις παισὶ Λήδας.τοῖς γὰρ ἐπέτραπεν Οὐλυμπόνδʼ ἰὼν θαητὸν ἀγῶνα νέμεινἀνδρῶν τʼ ἀρετᾶς πέρι καὶ ῥιμφαρμάτουδιφρηλασίας. ἐμὲ δʼ ὦν πᾳ θυμὸς ὀτρύνει φάμεν ἘμμενίδαιςΘήρωνί τʼ ἐλθεῖν κῦδος, εὐΐππων διδόντων Τυνδαριδᾶν, ὅτι πλείσταισι βροτῶνξεινίαις αὐτοὺς ἐποίχονται τραπέζαις,