ὃς Ἕκτορʼ ἔσφαλε, Τροίαςἄμαχον ἀστραβῆ κίονα, Κύκνον τε θανάτῳ πόρεν,Ἀοῦς τε παῖδʼ Αἰθίοπα. πολλά μοι ὑπʼ ἀγκῶνος ὠκέα βέληἔνδον ἐντι φαρέτραςφωνᾶντα συνετοῖσιν· ἐς δὲ τὸ πὰν ἑρμηνέωνχατίζει. σοφὸς ὁ πολλὰ εἰδὼς φυᾷ· μαθόντες δὲ λάβροιπαγγλωσσίᾳ, κόρακες ὥς, ἄκραντα γαρύετονΔιὸς πρὸς ὄρνιχα θεῖον.ἔπεχε νῦν σκοπῷ τόξον, ἄγε θυμέ, τίνα βάλλομενἐκ μαλθακᾶς αὖτε φρενὸς εὐκλέας ὀϊστοὺς ἱέντες; ἐπί τοιἈκράγαντι τανύσαιςαὐδάσομαι ἐνόρκιον λόγον ἀλαθεῖ νόῳτεκεῖν μή τινʼ ἑκατόν γε ἐτέων πόλιν φίλοις ἄνδρα μᾶλλονεὐεργέταν πραπίσιν ἀφθονέστερόν τε χέραΘήρωνος. ἀλλʼ αἶνον ἔβα κόροςοὐ δίκᾳ συναντόμενος, ἀλλὰ μάργων ὑπʼ ἀνδρῶν,τὸ λαλαγῆσαι ἐθέλων κρύφον τε θέμεν ἐσλῶν καλοῖςἔργοις· ἐπεὶ ψάμμος ἀριθμὸν περιπέφευγεν,καὶ κεῖνος ὅσα χάρματʼ ἄλλοις ἔθηκεντίς ἂν φράσαι δύναιτο;