ἰδοῖσα δʼ ὀξεῖʼ Ἐριννὺςἔπεφνέ οἱ σὺν ἀλλαλοφονίᾳ γένος ἀρήιον·λείφθη δὲ Θέρσανδρος ἐριπέντι Πολυνείκει, νέοις ἐν ἀέθλοιςἐν μάχαις τε πολέμουτιμώμενος, Ἀδραστιδᾶν θάλος ἀρωγὸν δόμοις·ὅθεν σπέρματος ἔχοντα ῥίζαν, πρέπει τὸν Αἰνησιδάμουἐγκωμίων τε μελέων λυρᾶν τε τυγχανέμεν.Ὀλυμπίᾳ μὲν γὰρ αὐτὸςγέρας ἔδεκτο, Πυθῶνι δʼ ὁμόκλαρον ἐς ἀδελφεὸνἸσθμοῖ τε κοιναὶ Χάριτες ἄνθεα τεθρίππων δυωδεκαδρόμωνἄγαγον. τὸ δὲ τυχεῖνπειρώμενον ἀγωνίας παραλύει δυσφρονᾶν.ὁ μὰν πλοῦτος ἀρεταῖς δεδαιδαλμένος φέρει τῶν τε καὶ τῶνκαιρόν, βαθεῖαν ὑπέχων μέριμναν ἀγροτέραν,ἀστὴρ ἀρίζηλος, ἐτήτυμονἀνδρὶ φέγγος· εἰ δέ νιν ἔχων τις οἶδεν τὸ μέλλον,ὅτι θανόντων μὲν ἐνθάδʼ αὐτίκʼ ἀπάλαμνοι φρένεςποινὰς ἔτισαν, τὰ δʼ ἐν τᾷδε Διὸς ἀρχᾷἀλιτρὰ κατὰ γᾶς δικάζει τις ἐχθρᾷλόγον φράσαις ἀνάγκᾳ·ἴσαις δὲ νύκτεσσιν αἰεί,ἴσαις δʼ ἐν ἁμέραις ἅλιον ἔχοντες, ἀπονέστερονἐσλοὶ δέκονται βίοτον, οὐ χθόνα ταράσσοντες ἐν χερὸς ἀκμᾷοὐδὲ πόντιον ὕδωρκεινὰν παρὰ δίαιταν· ἀλλὰ παρὰ μὲν τιμίοιςθεῶν, οἵτινες ἔχαιρον εὐορκίαις, ἄδακρυν νέμονταιαἰῶνα· τοὶ δʼ ἀπροσόρατον ὀκχέοντι πόνονὅσοι δʼ ἐτόλμασαν ἐστρὶςἑκατέρωθι μείναντες ἀπὸ πάμπαν ἀδίκων ἔχεινψυχάν, ἔτειλαν Διὸς ὁδὸν παρὰ Κρόνου τύρσιν· ἔνθα μακάρωννᾶσος ὠκεανίδεςαὖραι περιπνέοισιν, ἄνθεμα δὲ χρυσοῦ φλέγει,τὰ μὲν χερσόθεν ἀπʼ ἀγλαῶν δενδρέων, ὕδωρ δʼ ἄλλα φέρβει,ὅρμοισι τῶν χέρας ἀναπλέκοντι καὶ στεφάνοιςβουλαῖς ἐν ὀρθαῖσι Ῥαδαμάνθυος,ὃν πατὴρ ἔχει μέ γας ἑτοῖμον αὐτῷ πάρεδρον,πόσις ὁ πάντων Ῥέας ὑπέρτατον ἐχοίσας θρόνον.Πηλεύς τε καὶ Κάδμος ἐν τοῖσιν ἀλέγονται·Ἀχιλλέα τʼ ἔνεικʼ, ἐπεὶ Ζηνὸς ἦτορλιταῖς ἔπεισε, μάτηρ·