ἀναξιφόρμιγγες ὕμνοι,τίνα θεόν, τίνʼ ἥρωα, τίνα δʼ ἄνδρα κελαδήσομεν;ἤτοι Πίσα μὲν Διός· Ὀλυμπιάδα δʼ ἔστασεν Ἡρακλέηςἀκρόθινα πολέμου·Θήρωνα δὲ τετραορίας ἕνεκα νικαφόρουγεγωνητέον, ὄπι δίκαιον ξένων, ἔρεισμʼ Ἀκράγαντος,εὐωνύμων τε πατέρων ἄωτον ὀρθόπολιν·καμόντες οἳ πολλὰ θυμῷἱερὸν ἔσχον οἴκημα ποταμοῦ, Σικελίας τʼ ἔσανὀφθαλμός, αἰὼν δʼ ἔφεπε μόρσιμος, πλοῦτόν τε καὶ χάριν ἄγωνγνησίαις ἐπʼ ἀρεταῖς.ἀλλʼ ὦ Κρόνιε παῖ Ῥέας, ἕδος Ὀλύμπου νέμωνἀέθλων τε κορυφὰν πόρον τʼ Ἀλφεοῦ, ἰανθεὶς ἀοιδαῖςεὔφρων ἄρουραν ἔτι πατρίαν σφίσιν κόμισονλοιπῷ γένει. τῶν δὲ πεπραγμένωνἐν δίκᾳ τε καὶ παρὰ δίκαν, ἀποίητον οὐδʼ ἂνχρόνος ὁ πάντων πατὴρ δύναιτο θέμεν ἔργων τέλος·λάθα δὲ πότμῳ σὺν εὐδαίμονι γένοιτʼ ἄν.ἐσλῶν γὰρ ὑπὸ χαρμάτων πῆμα θνάσκειπαλίγκοτον δαμασθέν,ὅταν θεοῦ Μοῖρα πέμπῃἀνεκὰς ὄλβον ὑψηλόν. ἕπεται δὲ λόγος εὐθρόνοιςΚάδμοιο κούραις, ἔπαθον αἳ μεγάλα, πένθος δʼ ἐπίτνει βαρὺκρεσσόνων πρὸς ἀγαθῶν.ζώει μὲν ἐν Ὀλυμπίοις ἀποθανοῖσα βρόμῳκεραυνοῦ τανυέθειρα Σεμέλα, φιλεῖ δέ νιν Παλλὰς αἰεί,καὶ Ζεὺς πατὴρ μάλα, φιλεῖ δὲ παῖς ὁ κισσοφόρος·λέγοντι δʼ ἐν καὶ θαλάσσᾳμετὰ κόραισι Νηρῆος ἁλίαις βίοτον ἄφθιτονἸνοῖ τετάχθαι τὸν ὅλον ἀμφὶ χρόνον. ἤτοι βροτῶν γε κέκριταιπεῖρας οὔ τι θανάτου,οὐδʼ ἡσύχιμον ἁμέραν ὁπότε, παῖδʼ ἁλίου,ἀτειρεῖ σὺν ἀγαθῷ τελευτάσομεν· ῥοαὶ δʼ ἄλλοτʼ ἄλλαιεὐθυμιᾶν τε μετὰ καὶ πόνων ἐς ἄνδρας ἔβαν.οὕτω δὲ Μοῖρʼ, ἅ τε πατρώιοντῶνδʼ ἔχει τὸν εὔφρονα πότμον, θεόρτῳ σὺν ὄλβῳἐπί τι καὶ πῆμʼ ἄγει παλιντράπελον ἄλλῳ χρόνῳ·ἐξ οὗπερ ἔκτεινε Λᾷον μόριμος υἱὸςσυναντόμενος, ἐν δὲ Πυθῶνι χρησθὲνπαλαίφατον τέλεσσεν.