Καφισίων ὑδάτωνλαχοῖσαι, αἵτε ναίετε καλλίπωλον ἕδραν,ὦ λιπαρᾶς ἀοίδιμοι βασίλειαιΧάριτες Ὀρχομενοῦ, παλαιγόνων Μινυᾶν ἐπίσκοποι,κλῦτʼ, ἐπεὶ εὔχομαι. σὺν γὰρ ὔμμιν τὰ τερπνὰ καὶτὰ γλυκέʼ ἄνεται πάντα βροτοῖς,εἰ σοφός, εἰ καλός, εἴ τις ἀγλαὸς ἀνήρ.οὐδὲ γὰρ θεοὶ σεμνᾶν Χαρίτων ἄτερκοιρανέοισιν χοροὺς οὔτε δαῖτας· ἀλλὰ πάντων ταμίαιἔργων ἐν οὐρανῷ, χρυσότοξον θέμεναι παρὰΠύθιον Ἀπόλλωνα θρόνους,ἀέναον σέβοντι πατρὸς Ὀλυμπίοιο τιμάν.ὦ πότνιʼ Ἀγλαΐαφιλησίμολπέ τʼ Εὐφροσύνα, θεῶν κρατίστουπαῖδες, ἐπακοοῖτε νῦν, Θαλία τεἐρασίμολπε, ἰδοῖσα τόνδε κῶμον ἐπʼ εὐμενεῖ τύχᾳκοῦφα βιβῶντα· Λυδῷ γὰρ Ἀσώπιχον τρόπῳἔν τε μελέταις ἀείδων ἔμολον,οὕνεκʼ Ὀλυμπιόνικος ἁ Μινυείασεῦ ἕκατι. μελανοτειχέα νῦν δόμονΦερσεφόνας ἔλθʼ, Ἀχοῖ, πατρὶ κλυτὰν φέροισʼ ἀγγελίαν,Κλεόδαμον ὄφρʼ ἰδοῖσʼ, υἱὸν εἴπῃς ὅτι οἱ νέανκόλποις παρʼ εὐδόξοις Πίσαςἐστεφάνωσε κυδίμων ἀέθλων πτεροῖσι χαίταν.