καρταίποδʼ ἀναρύῃ Γαιαόχῳ,θέμεν Ἱππίᾳ βωμὸν εὐθὺς Ἀθάνᾳ.τελεῖ δὲ θεῶν δύναμις καὶ τὰν παρʼ ὅρκον καὶ παρὰ ἐλπίδα κούφαν κτίσιν.ἤτοι καὶ ὁ καρτερὸς ὁρμαίνων ἕλε Βελλεροφόντας,φάρμακον πραῢ τείνων ἀμφὶ γένυι,ἵππον πτερόεντʼ· ἀναβὰς δʼ εὐθὺς ἐνόπλια χαλκωθεὶς ἔπαιζεν.σὺν δὲ κείνῳ καί ποτʼ Ἀμαζονίδωναἰθέρος ψυχρῶν ἀπὸ κόλπων ἐρήμουτοξόταν βάλλων γυναικεῖον στρατόν,καὶ Χίμαιραν πῦρ πνέοισαν καὶ Σολύμους ἔπεφνεν.διασωπάσομαί οἱ μόρον ἐγώ·τὸν δʼ ἐν Οὐλύμπῳ φάτναι Ζηνὸς ἀρχαῖαι δέκονται.ἐμὲ δʼ εὐθὺν ἀκόντωνἱέντα ῥόμβον παρὰ σκοπὸν οὐ χρὴτὰ πολλὰ βέλεα καρτύνειν χεροῖν.Μοίσαις γὰρ ἀγλαοθρόνοις ἑκὼνὈλιγαιθίδαισίν τʼ ἔβαν ἐπίκουρος.Ἰσθμοῖ τά τʼ ἐν Νεμέᾳ παύρῳ ἔπει θήσω φανέρʼ ἀθρόʼ, ἀλαθής τέ μοιἔξορκος ἐπέσσεται ἑξηκοντάκι δὴ ἀμφοτέρωθενἁδύγλωσσος βοὰ κάρυκος ἐσλοῦ.τὰ δʼ Ὀλυμπίᾳ αὐτῶνἔοικεν ἤδη πάροιθε λελέχθαι·τά τʼ ἐσσόμενα τότʼ ἂν φαίην σαφές·νῦν δʼ ἔλπομαι μέν, ἐν θεῷ γε μὰντέλος· εἰ δὲ δαίμων γενέθλιος ἕρποι,διʼ τοῦτʼ Ἐνυαλίῳ τʼ ἐκδώσομεν πράσσειν. τὰ δʼ ὑπʼ ὀφρύϊ Παρνασσίᾳἕξ· Ἄργεΐ θʼ ὅσσα καὶ ἐν Θήβαις, ὅσα τʼ Ἀρκάσιν ἀνάσσωνμαρτυρήσει Λυκαίου βωμὸς ἄναξ,Πέλλανά τε καὶ Σικυὼν καὶ Μέγαρʼ Αἰακιδᾶν τʼ εὐερκὲς ἄλσος,ἅ τʼ Ἐλευσὶς καὶ λιπαρὰ Μαραθών,ταί θʼ ὑπʼ Αἴτνας ὑψιλόφου καλλίπλουτοιπόλιες, ἅ τʼ Εὔβοια· καὶ πᾶσαν κατὰἙλλάδʼ εὑρήσεις ἐρευνῶν μάσσονʼ ἢ ὡς ἰδέμεν.ἄνα, κούφοισιν ἐκνεῦσαι ποσίν·Ζεῦ τέλειʼ, αἰδῶ δίδοι καὶ τύχαν τερπνῶν γλυκεῖαν.