Πτοιοδώρῳ σὺν πατρὶ μακρότεραιΤερψίᾳ θʼ ἕψοντʼ Ἐριτίμῳ τʼ ἀοιδαί.ὅσσα τʼ ἐν Δελφοῖσιν ἀριστεύσατεἠδὲ χόρτοις ἐν λέοντος, δηρίομαι πολέσινπερὶ πλήθει καλῶν, ὡς μὰν σαφὲςοὐκ ἂν εἰδείην λέγειν ποντιᾶν ψάφων ἀριθμόν.ἕπεται δʼ ἐν ἑκάστῳμέτρον· νοῆσαι δὲ καιρὸς ἄριστος.ἐγὼ δὲ ἴδιος ἐν κοινῷ σταλεὶςμῆτίν τε γαρύων παλαιγόνωνπόλεμόν τʼ ἐν ἡρωΐαις ἀρεταῖσινοὐ ψεύσομʼ ἀμφὶ Κορίνθῳ, Σίσυφον μὲν πυκνότατον παλάμαις ὡς θεόν,καὶ τὰν πατρὸς ἀντία Μήδειαν θεμέναν γάμον αὐτᾷ,ναῒ σώτειραν Ἀργοῖ καὶ προπόλοις.τὰ δὲ καί ποτʼ ἐν ἀλκᾷπρὸ Δαρδάνου τειχέων ἐδόκησανἐπʼ ἀμφότερα μαχᾶν τάμνειν τέλος,τοὶ μὲν γένει φίλῳ σὺν ἈτρέοςἙλέναν κομίζοντες, οἱ δʼ ἀπὸ πάμπανεἴργοντες· ἐκ Λυκίας δὲ Γλαῦκον ἐλθόντα τρόμεον Δαναοί. τοῖσι μὲνἐξεύχετʼ ἐν ἄστεϊ Πειράνας σφετέρου πατρὸς ἀρχὰνκαὶ βαθὺν κλᾶρον ἔμμεν καὶ μέγαρον·ὃς τᾶς ὀφιώδεος υἱόν ποτε Γοργόνος ἦ πόλλʼ ἀμφὶ κρουνοῖςΠάγασον ζεῦξαι ποθέων ἔπαθεν,πρίν γέ οἱ χρυσάμπυκα κούρα χαλινὸνΠαλλὰς ἤνεγκʼ· ἐξ ὀνείρου δʼ αὐτίκαἦν ὕπαρ· φώνασε δʼ· εὕδεις, Αἰολίδα βασιλεῦ;ἄγε φίλτρον τόδʼ ἵππειον δέκευ,καὶ Δαμαίῳ νιν θύων ταῦρον ἀργᾶντα πατρὶ δεῖξον.κυαναιγὶς ἐν ὄρφνᾳκνώσσοντί οἱ παρθένος τόσα εἰπεῖνἔδοξεν· ἀνὰ δʼ ἐπᾶλτʼ ὀρθῷ ποδί.παρκείμενον δὲ συλλαβὼν τέρας,ἐπιχώριον μάντιν ἄσμενος εὗρεν,δεῖξέν τε Κοιρανίδᾳ πᾶσαν τελευτὰν πράγματος, ὥς τʼ ἀνὰ βωμῷ θεᾶςκοιτάξατο νύκτʼ ἀπὸ κείνου χρήσιος. ὥς τέ οἱ αὐτὰΖηνὸς ἐγχεικεραύνου παῖς ἔπορενδαμασίφρονα χρυσόν.ἐνυπνίῳ δʼ ᾇ τάχιστα πιθέσθαικελήσατό μιν, ὅταν δʼ εὐρυσθενεῖ