τρισολυμπιονίκανἐπαινέων οἶκον ἅμερον ἀστοῖς,ξένοισι δὲ θεράποντα, γνώσομαιτὰν ὀλβίαν Κόρινθον, Ἰσθμίουπρόθυρον Ποτειδᾶνος, ἀγλαόκουρον.ἐν τᾷ γὰρ Εὐνομία ναίει, κασίγνηταί τε, βάθρον πολίων ἀσφαλές,Δίκα καὶ ὁμότροφος Εἰρήνα, ταμίαι ἀνδράσι πλούτου,χρύσεαι παῖδες εὐβούλου Θέμιτος·ἐθέλοντι δʼ ἀλέξεινὝβριν, Κόρου ματέρα θρασύμυθον.ἔχω καλά τε φράσαι, τόλμα τέ μοιεὐθεῖα γλῶσσαν ὀρνύει λέγειν.ἄμαχον δὲ κρύψαι τὸ συγγενὲς ἦθος.ὔμμιν δέ, παῖδες Ἀλάτα, πολλὰ μὲν νικαφόρον ἀγλαΐαν ὤπασανἄκραις ἀρεταῖς ὑπερελθόντων ἱεροῖς ἐν ἀέθλοις,πολλὰ δʼ ἐν καρδίαις ἀνδρῶν ἔβαλονὧραι πολυάνθεμοι ἀρχαῖα σοφίσμαθʼ. ἅπαν δʼ εὑρόντος ἔργον.ταὶ Διωνύσου πόθεν ἐξέφανενσὺν βοηλάτᾳ χάριτες διθυράμβῳ·τίς γὰρ ἱππείοις ἐν ἔντεσσιν μέτρα,ἢ θεῶν ναοῖσιν οἰωνῶν βασιλέα δίδυμονἐπέθηκʼ; ἐν δὲ Μοῖσʼ ἁδύπνοος,ἐν δʼ Ἄρης ἀνθεῖ νέων οὐλίαις αἰχμαῖσιν ἀνδρῶν.ὕπατʼ εὐρὺ ἀνάσσωνὈλυμπίας, ἀφθόνητος ἔπεσσινγένοιο χρόνον ἅπαντα, Ζεῦ πάτερ,καὶ τόνδε λαὸν ἀβλαβῆ νέμωνΞενοφῶντος εὔθυνε δαίμονος οὖρον·δέξαι τέ οἱ στεφάνων ἐγκώμιον τεθμόν, τὸν ἄγει πεδίων ἐκ Πίσας,πεντάθλῳ ἅμα σταδίου νικῶν δρόμον· ἀντεβόλησεντῶν ἀνὴρ θνατὸς οὔπω τις πρότερον.δύο δʼ αὐτὸν ἔρεψανπλόκοι σελίνων ἐν Ἰσθμιάδεσσινφανέντα· Νέμεά τʼ οὐκ ἀντιξοεῖ.πατρὸς δὲ Θεσσαλοῦ ἐπʼ Ἀλφεοῦῥεέθροισιν αἴγλα ποδῶν ἀνάκειται,Πυθοῖ τʼ ἔχει σταδίου τιμὰν διαύλου θʼ ἁλίῳ ἀμφʼ ἑνί, μηνός τέ οἱτωὐτοῦ κρανααῖς ἐνʼ Ἀθάναισι τρία ἔργα ποδαρκὴςἅμερα θῆκε κάλλιστʼ ἀμφὶ κόμαις,Ἑλλώτια δʼ ἑπτάκις· ἐν δʼ ἀμφιάλοισι Ποτειδᾶνος τεθμοῖσιν