λίσσομαι, παῖ Ζηνὸς Ἐλευθερίου,Ἱμέραν εὐρυσθενέʼ ἀμφιπόλει, σώτειρα Τύχα.τὶν γὰρ ἐν πόντῳ κυβερνῶνται θοαὶνᾶες, ἐν χέρσῳ τε λαιψηροὶ πόλεμοικἀγοραὶ βουλαφόροι. αἵ γε μὲν ἀνδρῶνπόλλʼ ἄνω, τὰ δʼ αὖ κάτω ψεύδη μεταμώνια τάμνοισαι κυλίνδοντʼ ἐλπίδες·σύμβολον δʼ οὔ πώ τις ἐπιχθονίωνπιστὸν ἀμφὶ πράξιος ἐσσομένας εὗρεν θεόθεν·τῶν δὲ μελλόντων τετύφλωνται φραδαί.πολλὰ δʼ ἀνθρώποις παρὰ γνώμαν ἔπεσεν,ἔμπαλιν μὲν τέρψιος, οἱ δʼ ἀνιαραῖςἀντικύρσαντες ζάλαις ἐσλὸν βαθὺ πήματος ἐν μικρῷ πεδάμειψαν χρόνῳ.υἱὲ Φιλάνορος, ἤτοι καὶ τεά κεν,ἐνδομάχας ἅτʼ ἀλέκτωρ, συγγόνῳ παρʼ ἑστίᾳἀκλεὴς τιμὰ κατεφυλλορόησε ποδῶν,εἰ μὴ στάσις ἀντιάνειρα Κνωσίας ἄμερσε πάτρας.νῦν δʼ Ὀλυμπία στεφανωσάμενοςκαὶ δὶς ἐκ Πυθῶνος Ἰσθμοῖ τʼ, Ἐργότελες,θερμὰ Νυμφᾶν λουτρὰ βαστάζεις, ὁμιλέων παρʼ οἰκείαις ἀρούραις.