ἔστιν ἀνθρώποις ἀνέμων ὅτε πλείσταχρῆσις, ἔστιν δʼ οὐρανίων ὑδάτων,ὀμβρίων παίδων νεφέλας.εἰ δὲ σὺν πόνῳ τις εὖ πράσσοι, μελιγάρυες ὕμνοιὑστέρων ἀρχὰ λόγωντέλλεται καὶ πιστὸν ὅρκιον μεγάλαις ἀρεταῖς.ἀφθόνητος δʼ αἶνος Ὀλυμπιονίκαιςοὗτος ἄγκειται. τὰ μὲν ἁμετέραγλῶσσα ποιμαίνειν ἐθέλει·ἐκ θεοῦ δʼ ἀνὴρ σοφαῖς ἀνθεῖ πραπίδεσσιν ὁμοίως.ἴσθι νῦν, Ἀρχεστράτουπαῖ, τεᾶς, Ἁγησίδαμε, πυγμαχίας ἕνεκενκόσμον ἐπὶ στεφάνῳ χρυσέας ἐλαίαςἁδυμελῆ κελαδήσω,Ζεφυρίων, Λοκρῶν γενεὰν ἀλέγων.ἔνθα συγκωμάξατʼ· ἐγγυάσομαιὔμμιν, ὦ Μοῖσαι, φυγόξενον στρατὸνμηδʼ ἀπείρατον καλῶν,ἀκρόσοφον δὲ καὶ αἰχματὰν ἀφίξεσθαι. τὸ γὰρἐμφυὲς οὔτʼ αἴθων ἀλώπηξοὔτʼ ἐρίβρομοι λέοντες διαλλάξαντο ἦθος.