ὀρσικτύπου Διός,ἐν ἅπαντι κράτειαἴθωνα κεραυνὸν ἀραρότα.χλιδῶσα δὲ μολπὰ πρὸς κάλαμον ἀντιάξει μελέων,τὰ παρʼ εὐκλέϊ Δίρκᾳ χρόνῳ μὲν φάνεν·ἀλλʼ ὥτε παῖς ἐξ ἀλόχου πατρὶποθεινὸς ἵκοντι νεότατος τὸ πάλιν ἤδη, μάλα δέ οἱ θερμαίνει φιλότατι νόον·ἐπεὶ πλοῦτος ὁ λαχὼν ποιμέναἐπακτὸν ἀλλότριον,θνᾴσκοντι στυγερώτατος·καὶ ὅταν καλὰ ἔρξαις ἀοιδᾶς ἄτερ,Ἁγησίδαμʼ, εἰς Ἀΐδα σταθμὸνἀνὴρ ἵκηται, κενεὰ πνεύσαις ἔπορε μόχθῳ βραχύ τι τερπνόν. τὶν δʼ ἁδυεπής τε λύραγλυκύς τʼ αὐλὸς ἀναπάσσει χάριν·τρέφοντι δʼ εὐρὺ κλέοςκόραι Πιερίδες Διός.ἐγὼ δὲ συνεφαπτόμενος σπουδᾷ, κλυτὸν ἔθνοςΛοκρῶν ἀμφέπεσον μέλιτιεὐάνορα πόλιν καταβρέχων· παῖδʼ ἐρατὸν δʼ Ἀρχεστράτουαἴνησα, τὸν εἶδον κρατέοντα χερὸς ἀλκᾷβωμὸν παρʼ Ὀλύμπιον,κεῖνον κατὰ χρόνονἰδέᾳ τε καλὸνὥρᾳ τε κεκραμένον, ἅ ποτεἀναιδέα Γανυμήδει μόρον ἄλαλκε σὺν Κυπρογενεῖ.