καὶ κεῖνος ἀβουλίᾳ ὕστατοςἁλώσιος ἀντάσαις θάνατον αἰπὺν οὐκ ἐξέφυγεν.ὁ δʼ ἄρʼ ἐν Πίσᾳ ἔλσαις ὅλον τε στρατὸνλαίαν τε πᾶσαν Διὸς ἄλκιμοςυἱὸς σταθμᾶτο ζάθεον ἄλσος πατρὶ μεγίστῳ· περὶ δὲ πάξαις Ἄλτιν μὲν ὅγʼ ἐν καθαρῷδιέκρινε, τὸ δὲ κύκλῳ πέδονἔθηκε δόρπου λύσιν,τιμάσαις πόρον Ἀλφεοῦμετὰ δώδεκʼ ἀνάκτων θεῶν. καὶ πάγονΚρόνου προσεφθέγξατο· πρόσθε γὰρνώνυμνος, ἇς Οἰνόμαος ἆρχε, βρέχετο πολλᾷ νιφάδι. ταύτᾳ δʼ ἐν πρωτογόνῳ τελετᾷπαρέσταν μὲν ἄρα Μοῖραι σχεδὸνὅ τʼ ἐξελέγχων μόνοςἀλάθειαν ἐτήτυμονχρόνος. τὸ δὲ σαφανὲς ἰὼν πόρσω κατέφρασεν,ὅπα τὰν πολέμοιο δόσινἀκρόθινα διελὼν ἔθυε καὶ πενταετηρίδʼ ὅπως ἄραἔστασεν ἑορτὰν σὺν Ὀλυμπιάδι πρώτᾳνικαφορίαισί τε.τίς δὴ ποταίνιονἔλαχε στέφανονχείρεσσι ποσίν τε καὶ ἅρματι,ἀγώνιον ἐν δόξᾳ θέμενος εὖχος, ἔργῳ καθελών;σταδίου μὲν ἀρίστευσεν εὐθὺν τόνονποσσὶ τρέχων παῖς ὁ ΛικυμνίουΟἰωνός· ἷκεν δὲ Μιδέαθεν στρατὸν ἐλαύνων· ὁ δὲ πάλᾳ κυδαίνων Ἔχεμος Τεγέαν·Δόρυκλος δʼ ἔφερε πυγμᾶς τέλος,Τίρυνθα ναίων πόλιν·ἀνʼ ἵπποισι δὲ τέτρασινἀπὸ Μαντινέας Σᾶμος Ὡλιροθίου·ἄκοντι Φράστωρ ἔλασε σκοπόν·μᾶκος δὲ Νικεὺς ἔδικε πέτρῳ χέρα κυκλώσαις ὑπὲρ ἁπάντων, καὶ συμμαχία θόρυβονπαραίθυξε μέγαν· ἐν δʼ ἕσπερονἔφλεξεν εὐώπιδοςσελάνας ἐρατὸν φάος.ἀείδετο δὲ πᾶν τέμενος τερπναῖσι θαλίαιςτὸν ἐγκώμιον ἀμφὶ τρόπον.ἀρχαῖς δὲ προτέραις ἑπόμενοι καί νῦν ἐπωνυμίαν χάριννίκας ἀγερώχου, κελαδησόμεθα βροντὰνκαὶ πυρπάλαμον βέλος