τὸν Ὀλυμπιονίκαν ἀνάγνωτέ μοιἈρχεστράτου παῖδα, πόθι φρενὸςἐμᾶς γέγραπται· γλυκὺ γὰρ αὐτῷ μέλος ὀφείλων ἐπιλέλαθʼ· ὦ Μοῖσʼ, ἀλλὰ σὺ καὶ θυγάτηρἈλάθεια Διός, ὀρθᾷ χερὶἐρύκετον ψευδέωνἐνιπὰν ἀλιτόξενον.ἕκαθεν γὰρ ἐπελθὼν ὁ μέλλων χρόνοςἐμὸν καταίσχυνε βαθὺ χρέος.ὅμως δὲ λῦσαι δυνατὸς ὀξεῖαν ἐπιμομφὰν τόκος· ὁρᾶτʼ ὦν νῦν ψᾶφον ἑλισσομένανὅπα κῦμα κατακλύσσει ῥέον,ὅπα τε κοινὸν λόγονφίλαν τίσομεν ἐς χάριν.νέμει γὰρ Ἀτρέκεια πόλιν Λοκρῶν Ζεφυρίων,μέλει τέ σφισι Καλλιόπακαὶ χάλκεος Ἄρης. τράπε δὲ Κύκνεια μάχα καὶ ὑπέρβιονἩρακλέα. πύκτας δʼ ἐν Ὀλυμπιάδι νικῶνἼλᾳ φερέτω χάρινἉγησίδαμος ὡςἈχιλεῖ Πάτροκλος.θήξαις δέ κε φύντʼ ἀρετᾷ ποτὶπελώριον ὁρμάσαι κλέος ἀνὴρ θεοῦ σὺν παλάμᾳ·ἄπονον δʼ ἔλαβον χάρμα παῦροί τινες,ἔργων πρὸ πάντων βιότῳ φάος.ἀγῶνα δʼ ἐξαίρετον ἀεῖσαι θέμιτες ὦρσαν Διός, ὃν ἀρχαίῳ σάματι πὰρ Πέλοποςβωμῶν ἑξάριθμον ἐκτίσσατο,ἐπεὶ Ποσειδάνιονπέφνε Κτέατον ἀμύμονα,πέφνε δʼ Εὔρυτον, ὡς Αὐγέαν λάτριονἀέκονθʼ ἑκὼν μισθὸν ὑπέρβιονπράσσοιτο, λόχμαισι δὲ δοκεύσαις ὑπὸ Κλεωνᾶν δάμασε καὶ κείνους Ἡρακλέης ἐφʼ ὁδῷ,ὅτι πρόσθε ποτὲ Τιρύνθιονἔπερσαν αὐτῷ στρατὸνμυχοῖς ἥμενον ἌλιδοςΜολίονες ὑπερφίαλοι. καὶ μὰν ξεναπάταςἘπειῶν βασιλεὺς ὄπιθενοὐ πολλὸν ἴδε πατρίδα πολυκτέανον ὑπὸ στερεῷ πυρὶπλαγαῖς τε σιδάρου βαθὺν εἰς ὀχετὸν ἄταςἵζοισαν ἑὰν πόλιν.νεῖκος δὲ κρεσσόνωνἀποθέσθʼ ἄπορον.