θυγατρός. ὁ μέγας δὲ κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει.θανεῖν δʼ οἷσιν ἀνάγκα, τί κέ τις ἀνώνυμονγῆρας ἐν σκότῳ καθήμενος ἕψοι μάταν,ἁπάντων καλῶν ἄμμορος; ἀλλʼ ἐμοὶ μὲν οὗτος ἄεθλοςὑποκείσεται· τὺ δὲ πρᾶξιν φίλαν δίδοι.ὣς ἔννεπεν· οὐδʼ ἀκράντοις ἐφάψατʼ ὦν ἔπεσι. τὸν μὲν ἀγάλλων θεὸςἔδωκεν δίφρον τε χρύσεον πτεροῖσίν τʼ ἀκάμαντας ἵππους.ἕλεν δʼ Οἰνομάου βίαν παρθένον τε σύνευνον·τέκε τε λαγέτας ἓξ ἀρεταῖσι μεμαότας υἱούς.νῦν δʼ ἐν αἱμακουρίαιςἀγλααῖσι μέμικται,Ἀλφεοῦ πόρῳ κλιθείς,τύμβον ἀμφίπολον ἔχων πολυξενωτάτῳ παρὰ βωμῷ. τὸ δὲ κλέοςτηλόθεν δέδορκε τᾶν Ὀλυμπιάδων ἐν δρόμοιςΠέλοπος, ἵνα ταχυτὰς ποδῶν ἐρίζεταιἀκμαί τʼ ἰσχύος θρασύπονοι·ὁ νικῶν δὲ λοιπὸν ἀμφὶ βίοτονἔχει μελιτόεσσαν εὐδίανἀέθλων γʼ ἕνεκεν. τὸ δʼ αἰεὶ παράμερον ἐσλὸνὕπατον ἔρχεται παντὶ βροτῶν. ἐμὲ δὲ στεφανῶσαικεῖνον ἱππίῳ νόμῳΑἰοληΐδι μολπᾷχρή· πέποιθα δὲ ξένονμή τινʼ, ἀμφότερα καλῶν τε ἴδριν ἁμᾷ καὶ δύναμιν κυριώτερον,τῶν γε νῦν κλυταῖσι δαιδαλωσέμεν ὕμνων πτυχαῖς.θεὸς ἐπίτροπος ἐὼν τεαῖσι μήδεταιἔχων τοῦτο κᾶδος, Ἱέρων,μερίμναισιν· εἰ δὲ μὴ ταχὺ λίποι,ἔτι γλυκυτέραν κεν ἔλπομαισὺν ἅρματι θοῷ κλεΐξειν, ἐπίκουρον εὑρὼν ὁδὸν λόγωνπαρʼ εὐδείελον ἐλθὼν Κρόνιον. ἐμοὶ μὲν ὦνΜοῖσα καρτερώτατον βέλος ἀλκᾷ τρέφει·ἐπʼ ἄλλοισι δʼ ἄλλοι μεγάλοι. τὸ δʼ ἔσχατονκορυφοῦται βασιλεῦσι. μηκέτι πάπταινε πόρσιον.εἴη σέ τε τοῦτον ὑψοῦ χρόνον πατεῖν, ἐμέ τε τοσσάδε νικαφόροιςὁμιλεῖν, πρόφαντον σοφίᾳ καθʼ Ἕλλανας ἐόντα παντᾷ.