δαμέντα φρένας ἱμέρῳ χρυσέαισί τʼ ἀνʼ ἵπποιςὕπατον εὐρυτίμου ποτὶ δῶμα Διὸς μεταβᾶσαι,ἔνθα δευτέρῳ χρόνῳἦλθε καὶ ΓανυμήδηςΖηνὶ τωὔτʼ ἐπὶ χρέος.ὡς δʼ ἄφαντος ἔπελες, οὐδὲ ματρὶ πολλὰ μαιόμενοι φῶτες ἄγαγον,ἔννεπε κρυφᾶ τις αὐτίκα φθονερῶν γειτόνων,ὕδατος ὅτι σε πυρὶ ζέοισαν εἰς ἀκμὰνμαχαίρᾳ τάμον κάτα μέλη,τραπέζαισί τʼ, ἀμφὶ δεύτατα, κρεῶνσέθεν διεδάσαντο καὶ φάγον.ἐμοὶ δʼ ἄπορα γαστρίμαργον μακάρων τινʼ εἰπεῖν. ἀφίσταμαι.ἀκέρδεια λέλογχεν θαμινὰ κακαγόρους.εἰ δὲ δή τινʼ ἄνδρα θνατὸν Ὀλύμπου σκοποὶἐτίμασαν, ἦν Τάνταλος οὗτος· ἀλλὰ γὰρ καταπέψαιμέγαν ὄλβον οὐκ ἐδυνάσθη, κόρῳ δʼ ἕλενἄταν ὑπέροπλον, ἅν οἱ πατὴρ ὑπερκρέμασε καρτερὸν αὐτῷ λίθον,τὸν αἰεὶ μενοινῶν κεφαλᾶς βαλεῖν εὐφροσύνας ἀλᾶται.ἔχει δʼ ἀπάλαμον βίον τοῦτον ἐμπεδόμοχθον,μετὰ τριῶν τέταρτον πόνον, ἀθανάτων ὅτι κλέψαιςἁλίκεσσι συμπόταιςνέκταρ ἀμβροσίαν τεδῶκεν, οἷσιν ἄφθιτονθῆκαν. εἰ δὲ θεὸν ἀνήρ τις ἔλπεταί τι λαθέμεν ἔρδων, ἁμαρτάνει.τοὔνεκα προῆκαν υἱὸν ἀθάνατοί οἱ πάλινμετὰ τὸ ταχύποτμον αὖτις ἀνέρων ἔθνος.πρὸς εὐάνθεμον δʼ ὅτε φυὰνλάχναι νιν μέλαν γένειον ἔρεφον.ἑτοῖμον ἀνεφρόντισεν γάμονΠισάτα παρὰ πατρὸς εὔδοξον Ἱπποδάμειανσχεθέμεν. ἐγγὺς ἐλθὼν πολιᾶς ἁλὸς οἶος ἐν ὄρφνᾳἄπυεν βαρύκτυπονΕὐτρίαιναν· ὁ δʼ αὐτῷπὰρ ποδὶ σχεδὸν φάνη.τῷ μὲν εἶπε· φίλια δῶρα Κυπρίας ἄγʼ εἴ τι, Ποσείδαον, ἐς χάριντέλλεται, πέδασον ἔγχος Οἰνομάου χάλκεον,ἐμὲ δʼ ἐπὶ ταχυτάτων πόρευσον ἁρμάτωνἐς Ἆλιν, κράτει δὲ πέλασον.ἐπεὶ τρεῖς τε καὶ δέκʼ ἄνδρας ὀλέσαιςἐρῶντας ἀναβάλλεται γάμον