ἄριστον μὲν ὕδωρ, ὁ δὲ χρυσὸς αἰθόμενον πῦρἅτε διαπρέπει νυκτὶ μεγάνορος ἔξοχα πλούτου·εἰ δʼ ἄεθλα γαρύενἔλδεαι, φίλον ἦτορ,μηκέθʼ ἁλίου σκόπειἄλλο θαλπνότερον ἐν ἁμέρᾳ φαεννὸν ἄστρον ἐρήμας διʼ αἰθέρος,μηδʼ Ὀλυμπίας ἀγῶνα φέρτερον αὐδάσομεν·ὅθεν ὁ πολύφατος ὕμνος ἀμφιβάλλεταισοφῶν μητίεσσι, κελαδεῖνΚρόνου παῖδʼ ἐς ἀφνεὰν ἱκομένουςμάκαιραν Ἱέρωνος ἑστίαν,θεμιστεῖον ὃς ἀμφέπει σκᾶπτον ἐν πολυμάλῳΣικελίᾳ, δρέπων μὲν κορυφὰς ἀρετᾶν ἄπο πασᾶν,ἀγλαΐζεται δὲ καὶμουσικᾶς ἐν ἀώτῳ,οἷα παίζομεν φίλανἄνδρες ἀμφὶ θαμὰ τράπεζαν. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα πασσάλουλάμβανʼ, εἴ τί τοι Πίσας τε καὶ Φερενίκου χάριςνόον ὑπὸ γλυκυτάταις ἔθηκε φροντίσιν,ὅτε παρʼ Ἀλφεῷ σύτο, δέμαςἀκέντητον ἐν δρόμοισι παρέχων,κράτει δὲ προσέμιξε δεσπόταν,Συρακόσιον ἱπποχάρμαν βασιλῆα. λάμπει δέ οἱ κλέοςἐν εὐάνορι Λυδοῦ Πέλοπος ἀποικίᾳ·τοῦ μεγασθενὴς ἐράσσατο γαιάοχοςΠοσειδᾶν, ἐπεί νιν καθαροῦ λέβητος ἔξελε Κλωθὼἐλέφαντι φαίδιμον ὦμον κεκαδμένον.ἦ θαυματὰ πολλά, καί πού τι καὶ βροτῶν φάτις ὑπὲρ τὸν ἀλαθῆ λόγονδεδαιδαλμένοι ψεύδεσι ποικίλοις ἐξαπατῶντι μῦθοιΧάρις δʼ, ἅπερ ἅπαντα τεύχει τὰ μείλιχα θνατοῖς,ἐπιφέροισα τιμὰν καὶ ἄπιστον ἐμήσατο πιστὸνἔμμεναι τὸ πολλάκις·ἁμέραι δʼ ἐπίλοιποιμάρτυρες σοφώτατοι.ἔστι δʼ ἀνδρὶ φάμεν ἐοικὸς ἀμφὶ δαιμόνων καλά· μείων γὰρ αἰτία.υἱὲ Ταντάλου, σὲ δʼ, ἀντία προτέρων, φθέγξομαι,ὁπότʼ ἐκάλεσε πατὴρ τὸν εὐνομώτατονἐς ἔρανον φίλαν τε Σίπυλον,ἀμοιβαῖα θεοῖσι δεῖπνα παρέχων,τότʼ Ἀγλαοτρίαιναν ἁρπάσαι