ὁ δὲ Ἀγησίλαος ἀντὶ τοῦ ἐπὶ Καρίαν ἰέναι εὐθὺς ἀντιστρέψας ἐπὶ Φρυγίας ἐπορεύετο· καὶ τάς τε ἐν τῇ πορείᾳ ἀπαντώσας δυνάμεις ἀναλαμβάνων ἦγε καὶ τὰς πόλεις κατεστρέφετο καὶ ἐμβαλὼν ἀπροσδοκήτως παμπληθῆ χρήματα ἔλαβε.στρατηγικὸν οὖν καὶ τοῦτο ἐδόκει διαπράξασθαι, ὅτι ἐπεὶ πόλεμος προερρήθη καὶ τὸ ἐξαπατᾶν ὅσιόν τε καὶ δίκαιον ἐξ ἐκείνου ἐγένετο, παῖδα ἀπέδειξε τὸν Τισσαφέρνην τῇ ἀπάτῃ, φρονίμως δὲ καὶ τοὺς φίλους ἐνταῦθα ἔδοξε πλουτίσαι·ἐπεὶ γὰρ διὰ τὸ πολλὰ χρήματα εἰλῆφθαι ἀντίπροικα τὰ πάντα ἐπωλεῖτο, τοῖς μὲν φίλοις προεῖπεν ὠνεῖσθαι, εἰπὼν ὅτι καταβήσοιτο ἐπὶ θάλατταν ἐν τάχει τὸ στράτευμα κατάγων· τοὺς δὲ λαφυροπώλας ἐκέλευσε γραφομένους ὁπόσου τι πρίαιντο προΐεσθαι τὰ χρήματα. ὥστε οὐδὲν προτελέσαντες οἱ φίλοι αὐτοῦ οὐδὲ τὸ δημόσιον βλάψαντες πάντες παμπληθῆ χρήματα ἔλαβον.ἔτι δὲ ὁπότε αὐτόμολοι ὡς εἰκὸς πρὸς βασιλέα ἰόντα χρήματα ἐθέλοιεν ὑφηγεῖσθαι, καὶ ταῦτα ἐπεμέλετο ὡς διὰ τῶν φίλων ἁλίσκοιτο, ὅπως ἅμα μὲν χρηματίζοιντο, ἅμα δὲ ἐνδοξότεροι γίγνοιντο. διὰ μὲν δὴ ταῦτα εὐθὺς πολλοὺς ἐραστὰς τῆς αὑτοῦ φιλίας ἐποιήσατο.γιγνώσκων δʼ ὅτι ἡ μὲν πορθουμένη καὶ ἐρημουμένη χώρα οὐκ ἂν δύναιτο πολὺν χρόνον στράτευμα φέρειν, ἡ δʼ οἰκουμένη μὲν σπειρομένη δὲ ἀέναον ἂν τὴν τροφὴν παρέχοι, ἐπεμέλετο οὐ μόνον τοῦ βίᾳ χειροῦσθαι τοὺς ἐναντίους, ἀλλὰ καὶ τοῦ πρᾳότητι προσάγεσθαι.καὶ πολλάκις μὲν προηγόρευε τοῖς στρατιώταις τοὺς ἁλισκομένους μὴ ὡς ἀδίκους τιμωρεῖσθαι, ἀλλʼ ὡς ἀνθρώπους ὄντας φυλάττειν, πολλάκις δὲ ὁπότε μεταστρατοπεδεύοιτο, εἰ αἴσθοιτο καταλελειμμένα παιδάρια μικρὰ ἐμπόρων, ἃ πολλοὶ ἐπώλουν διὰ τὸ νομίζειν μὴ δύνασθαι ἂν φέρειν αὐτὰ καὶ τρέφειν, ἐπεμέλετο καὶ τούτων ὅπως συγκομίζοιντό ποι.τοῖς δʼ αὖ διὰ γῆρας καταλειπομένοις αἰχμαλώτοις προσέταττεν ἐπιμελεῖσθαι αὐτῶν, ὡς μήτε ὑπὸ κυνῶν μήθʼ ὑπὸ λύκων διαφθείροιντο. ὥστε οὐ μόνον οἱ πυνθανόμενοι ταῦτα, ἀλλὰ καὶ αὐτοὶ οἱ ἁλισκόμενοι εὐμενεῖς αὐτῷ ἐγίγνοντο. ὁπόσας δὲ πόλεις προσαγάγοιτο, ἀφαιρῶν αὐτῶν ὅσα δοῦλοι δεσπόταις ὑπηρετοῦσι προσέταττεν ὅσα ἐλεύθεροι ἄρχουσι πείθονται· καὶ τῶν κατὰ κράτος ἀναλώτων τειχέων τῇ φιλανθρωπίᾳ ὑπὸ χεῖρα ἐποιεῖτο.ἐπεὶ μέντοι ἀνὰ τὰ πεδία οὐδὲ ἐν τῇ Φρυγίᾳ ἐδύνατο στρατεύεσθαι διὰ τὴν Φαρναβάζου ἱππείαν, ἔδοξεν αὐτῷ ἱππικὸν κατασκευαστέον εἶναι, ὡς μὴ δραπετεύοντα πολεμεῖν δέοι αὐτόν. τοὺς μὲν οὖν πλουσιωτάτους ἐκ πασῶν τῶν ἐκεῖ πόλεων ἱπποτροφεῖν κατέλεξε.προεῖπε δέ, ὅστις παρέχοιτο ἵππον καὶ ὅπλα καὶ ἄνδρα δόκιμον, ὡς ἐξέσοιτο αὐτῷ μὴ στρατεύεσθαι· καὶ ἐποίησεν οὕτως ἕκαστον προθύμως ταῦτα πράττειν ὥσπερ ἄν τις τὸν ὑπὲρ αὑτοῦ ἀποθανούμενον προθύμως μαστεύοι. ἔταξε δὲ καὶ πόλεις ἐξ ὧν δέοι τοὺς ἱππέας παρασκευάζειν, νομίζων ἐκ τῶν ἱπποτρόφων πόλεων εὐθὺς καὶ φρονηματίας μάλιστα ἂν ἐπὶ τῇ ἱππικῇ γενέσθαι. καὶ τοῦτʼ οὖν ἀγαστῶς ἔδοξε πρᾶξαι, ὅτι κατεσκεύαστο τὸ ἱππικὸν αὐτῷ καὶ εὐθὺς ἐρρωμένον ἦν καὶ ἐνεργόν.ἐπειδὴ δὲ ἔαρ ὑπέφαινε, συνήγαγε πᾶν τὸ στράτευμα εἰς Ἔφεσον· ἀσκῆσαι δὲ καὶ αὐτὸ βουλόμενος ἆθλα προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἂν ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἂν ἄριστα σωμάτων ἔχοι· καὶ πελτασταῖς δὲ καὶ τοξόταις ἆθλα προύθηκεν, οἵτινες κράτιστοι τὰ προσήκοντα ἔργα φαίνοιντο. ἐκ τούτου δὲ παρῆν ὁρᾶν τὰ μὲν γυμνάσια μεστὰ τῶν ἀνδρῶν γυμναζομένων, τὸν δὲ ἱππόδρομον ἱππέων ἱππαζομένων, τοὺς δὲ ἀκοντιστὰς καὶ τοὺς τοξότας ἐπὶ στόχον ἱέντας.ἀξίαν δὲ καὶ ὅλην τὴν πόλιν ἐν ᾗ ἦν θέας ἐποίησεν. ἥ τε γὰρ ἀγορὰ μεστὴ ἦν παντοδαπῶν καὶ ὅπλων καὶ ἵππων ὠνίων, οἵ τε χαλκοτύποι καὶ οἱ τέκτονες καὶ οἱ σιδηρεῖς καὶ σκυτεῖς καὶ γραφεῖς πάντες πολεμικὰ ὅπλα κατεσκεύαζον· ὥστε τὴν πόλιν ὄντως ἂν ἡγήσω πολέμου ἐργαστήριον εἶναι.ἐπερρώσθη δʼ ἄν τις κἀκεῖνο ἰδών, Ἀγησίλαον μὲν πρῶτον, ἔπειτα δὲ καὶ τοὺς ἄλλους στρατιώτας ἐστεφανωμένους τε ὅπου ἀπὸ τῶν γυμνασίων ἴοιεν, καὶ ἀνατιθέντας τοὺς στεφάνους τῇ Ἀρτέμιδι. ὅπου γὰρ ἄνδρες θεοὺς μὲν σέβοιεν, πολεμικὰ δὲ ἀσκοῖεν, πειθαρχίαν δὲ μελετῷεν, πῶς οὐκ εἰκὸς ἐνταῦθα πάντα μεστὰ ἐλπίδων ἀγαθῶν εἶναι;ἡγούμενος δὲ καὶ τὸ καταφρονεῖν τῶν πολεμίων ῥώμην τινὰ ἐμβαλεῖν πρὸς τὸ μάχεσθαι, προεῖπε τοῖς κήρυξι τοὺς ὑπὸ τῶν λῃστῶν ἁλισκομένους βαρβάρους γυμνοὺς πωλεῖν. ὁρῶντες οὖν οἱ στρατιῶται λευκοὺς μὲν διὰ τὸ μηδέποτε ἐκδύεσθαι, πίονας δὲ καὶ ἀπόνους διὰ τὸ ἀεὶ ἐπʼ ὀχημάτων εἶναι, ἐνόμισαν μηδὲν διοίσειν τὸν πόλεμον ἢ εἰ γυναιξὶ δέοι μάχεσθαι. προεῖπε δὲ καὶ τοῦτο τοῖς στρατιώταις, ὡς εὐθὺς ἡγήσοιτο τὴν συντομωτάτην ἐπὶ τὰ κράτιστα τῆς χώρας, ὅπως αὐτόθεν αὐτῷ τὰ σώματα καὶ τὴν γνώμην παρασκευάζοιντο ὡς ἀγωνιούμενοι.ὁ μέντοι Τισσαφέρνης ταῦτα μὲν ἐνόμισε λέγειν αὐτὸν πάλιν βουλόμενον ἐξαπατῆσαι, εἰς Καρίαν δὲ νῦν τῷ ὄντι ἐμβαλεῖν. τό τε οὖν πεζὸν καθάπερ τὸ πρόσθεν εἰς Καρίαν διεβίβασε καὶ τὸ ἱππικὸν εἰς τὸ Μαιάνδρου πεδίον κατέστησεν. ὁ δὲ Ἀγησίλαος οὐκ ἐψεύσατο, ἀλλʼ ὥσπερ προεῖπεν εὐθὺς εἰς τὸν Σαρδιανὸν τόπον ἐχώρησε, καὶ τρεῖς μὲν ἡμέρας διʼ ἐρημίας πολεμίων πορευόμενος πολλὰ τὰ ἐπιτήδεια τῇ στρατιᾷ παρεῖχε· τῇ δὲ τετάρτῃ ἡμέρᾳ ἧκον οἱ τῶν πολεμίων ἱππεῖς.