οὐδεμία γὰρ στρατεία τὴν τῶν στρατευομένων ἀρετὴν ἐνεφάνισεν μᾶλλον τῆς νῦν γεγενημένης, ἐν ᾗ γε παρατάττεσθαι μὲν ὁσημέραι ἀναγκαῖον ἦν, πλείους δὲ μάχας ἠγωνίσθαι διὰ μιᾶς στρατείας ἢ τοὺς ἄλλους πάντας πληγὰς λαμβάνειν ἐν τῷ παρεληλυθότι χρόνῳ, χειμώνων δʼ ὑπερβολὰς καὶ τῶν καθʼ ἡμέραν ἀναγκαίων ἐνδείας τοςαύτας καὶ τηλικαύτας οὕτως ἐγκρατῶς ὑπομεμενηκέναι, ὥςτε καὶ τῷ λόγῳ χαλεπὸν εἶναι φράσαι.