καὶ ἐὰν μέν τις ὡς ἔοικεν τῇ ἑαυτοῦ γυναικὶ πειθόμενος διαθήκας γράψῃ ἄκυροι ἔσονται, εἰ δʼ ἐγὼ τῇ Ἀθηνογένους ἑταίρᾳ ἐπείσθην, προσαπολωλέναι με δεῖ, ὃς ἔχω μεγίςτην βοήθειαν τὴν ἐν τῷ νόμῳ γεγραμμένην, ἀναγκασθεὶς ὑπὸ τούτων ταῦτα συνθέσθαι; εἶτα σὺ ταῖς συνθήκαις ἰςχυρίζῃ ἃς ἐνεδρεύσαντές με σὺ καὶ ἡ ἑταίρα σου ἐςημήνασθε, καὶ ὑπὲρ ὧν οἱ νόμοι βουλεύσεως ὑμᾶς κελεύουσιν αἰτίους εἶναι, ἐπὶ τούτοις προςλαμβάνειν τι ἀξιοῦτε. καὶ οὐχ ἱκανόν σοι ἦν τὰς τετταράκοντα μνᾶς εἰληφέναι ὑπὲρ τοῦ μυροπωλίου, ἀλλὰ καὶ πέντε τάλαντα προσαφείλου με ὥσπερ ὑποκατειλημμένον