πρὸς δὲ τούτοις αὐτὸς ὑμῖν οὗτος ῥᾳδίαν πεποίηκεν τὴν γνῶσιν· ἔγραψεν γὰρ ὧν ἕνεκα ἐστεφάνωσεν τοὺς προέδρους, δικαιοσύνης τε τῆς εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ διότι κατὰ τοὺς νόμους προηδρεύκασιν. ἐπὶ δὴ ταῦτʼ ἄγετʼ αὐτὸν ἀπολογησόμενον, καὶ σύ, ὦ Φιλιππίδη, δείξας ἀληθῆ εἶναι τὰ περὶ τῶν προέδρων, ἃ ὑπέθου ἐν τῷ ψηφίςματι, ἀπόφευγε.