καὶ ἐγὼ πεισθεὶς ὑπὸ τῶν φίλων διηλλάγην τούτοις ἐν τῇ πόλει ἐναντίον μαρτύρων, οἵπερ διήλλαττον ἡμᾶς πρὸς τῷ νεῷ τῆς Ἀθηνᾶς· καὶ μετὰ τοῦτο συνῆσάν μοι καὶ διελέγοντο ἐν τοῖς ἱεροῖς, ἐν τῇ ἀγορᾷ, ἐν τῇ ἐμῇ οἰκίᾳ, ἐν τῇ σφετέρᾳ αὐτῶν καὶ ἑτέρωθι πανταχοῦ.