ἐμοὶ μὲν γὰρ τῷ μὴ εἰργασμένῳ τοσοῦτον τὸ μακρότατον τῆς ἀποκρίσεώς ἐστιν, ὅτι οὐκ εἴργασμαι· τῷ δὲ ποιήσαντι ῥᾳδία ἐστὶν ἡ ἀπόδειξις, καὶ μὴ ἀποδείξαντι εὖ εἰκάσαι. οἱ μὲν γὰρ πανουργοῦντες ἅμα τε πανουργοῦσι καὶ πρόφασιν εὑρίσκουσι τοῦ ἀδικήματος· τῷ δὲ μὴ εἰργασμένῳ χαλεπὸν περὶ τῶν ἀφανῶν εἰκάζειν. οἶμαι δʼ ἂν καὶ ὑμῶν ἕκαστον, εἴ τίς τινα ἔροιτο ὅ τι μὴ τύχοι εἰδώς, τοσοῦτον ἂν εἰπεῖν, ὅτι οὐκ οἶδεν. εἰ δέ τις περαιτέρω τι κελεύοι λέγειν, ἐν πολλῇ ἂν ἔχεσθαι ὑμᾶς ἀπορίᾳ δοκῶ.