ἔδοξεν οὖν τῷ δήμῳ ἐν τῷ τῶν θεσμοθετῶν δικαστηρίω τοὺς μεμυημένους, ἀκούσαντας τὰς μηνύσεις ἅς ἕκαστος ἐμήνυσε, διαδικάσαι. καὶ ἐψηφίσαντο πρώτῳ μὲν Ἀνδρομάχῳ, δευτέρῳ δὲ Τεύκρῳ, καὶ ἔλαβον Παναθηναίων τῷ ἀγῶνι Ἀνδρόμαχος μὲν μυρίας δραχμάς, Τεῦκρος δὲ χιλίας. καὶ μοι κάλει τούτων τοὺς μάρτυρας.