οὐ πολλῷ καλλίων οὗτος ἦν ὁ καιρὸς ἐκείνου, ἐν ᾧ διὰ τὴν σὴν ἀνανδρίαν καὶ ἅμα φθόνον ἐσκευαγώγησαν ἐκ τῶν ἀγρῶν Ἀθηναῖοι, πρεσβεύοντος ἐμοῦ τὴν τρίτην ἤδη πρεσβείαν τὴν ἐπὶ τὸ κοινὸν τῶν Ἀμφικτυόνων, ἐφʼ ἣν τολμᾶς με λέγειν ὡς οὐ χειροτονηθεὶς ᾠχόμην, ἐχθρὸς δʼ ὢν οὐδέπω καὶ τήμερον ἠθέληκάς με εἰσαγγεῖλαι παραπρεσβεύσασθαι; οὐ γὰρ δὴ φθονεῖς γέ μοι τῶν εἰς τὸ σῶμα τιμημάτων.