τούτῳ γὰρ κατέλιπεν ὁ πατὴρ οὐσίαν, ἀφʼ ἧς ἕτερος μὲν κἂν ἐλῃτούργει, οὗτος δὲ οὐδʼ αὑτῷ διαφυλάξαι ἐδυνήθη· οἰκίαν μὲν ὄπισθεν τῆς πόλεως, ἐσχατιὰν δὲ Σφηττοῖ, Ἀλωπεκῆσι δʼ ἕτερον χωρίον, χωρὶς δὲ οἰκέτας δημιουργοὺς τῆς σκυτοτομικῆς τέχνης ἐννέα ἢ δέκα, ὧν ἕκαστος τούτῳ δύʼ ὀβολοὺς ἀποφορὰν ἔφερε τῆς ἡμέρας, ὁ δʼ ἡγεμὼν τοῦ ἐργαστηρίου τριώβολον· ἔτι δὲ πρὸς τούτοις γυναῖκα ἀμόργινα ἐπισταμένην ἐργάζεσθαι καὶ ἔργα λεπτὰ εἰς τὴν ἀγορὰν ἐκφέρουσαν, καὶ ἄνδρα ποικιλτήν, καὶ ὀφείλοντάς τινας αὐτῷ ἀργύριον, καὶ ἔπιπλα.