πάντων γὰρ αὐτὸν ἐκεῖνος ἔχθιστον ἐνόμιζε διά 〈τε〉 τὴν ἄλλην πονηρίαν, καὶ διότι τῶν συγγενῶν μόνος μετὰ τῆς Ἀλκῆς ἐκείνης τούτῳ καὶ τοῖς ἄλλοις συνεπιβουλεύσας τοῖς τοῦ Εὐκτήμονος χρήμασι τοιαῦτα διεπράξατο, οἷά περ ὑμῖν ἀπέδειξα.