λέγε δὴ καὶ τὴν τῶν ἰδόντων ἐκκειμένην τὴν φάσιν μαρτυρίαν. λέγε. κάλει δὲ καὶ τοὺς τοῦ ἐμπορίου ἐπιμελητάς, καὶ αὐτὸν τὸν Μίκωνʼ οὗ ἔφηνε τὸ πλοῖον· καὶ τὰς μαρτυρίας ἀναγίγνωσκε.