οὐδεμίαν οὐσίαν Λεωστράτου ἀφελόμενοι (οὗτοι μὲν γὰρ τὰς ἑαυτῶν ἔχουσιν), τῆς ὑπʼ Ἀρχιάδου δὲ καταλειφθείσης καὶ οὔσης ἐκ τῶν νόμων ἡμετέρας. ὁ γὰρ νόμος, ὦ ἄνδρες δικασταί, κελεύει κρατεῖν τοὺς ἄρρενας καὶ τοὺς ἐκ τῶν ἀρρένων· οὗτοι δʼ ἡμεῖς ἐσμεν. οὐκ ἦσαν τοίνυν παῖδες ἐκείνῳ· οἱ δʼ ὄντες ἡμεῖς ἐσμεν.