ἀμφὶ Διὸς κούρους, ἑλικώπιδες ἔσπετε Μοῦσαι,Τυνδαρίδας, Λήδης καλλισφύρου ἀγλαὰ τέκνα,Κάστορά θ’ ἱππόδαμον καὶ ἀμώμητον Πολυδεύκεα,τοὺς ὑπὸ Ταϋγέτου κορυφῇ ὄρεος μεγάλοιομιχθεῖσ’ ἐν φιλότητι κελαινεφέι Κρονίωνισωτῆρας τέκε παῖδας ἐπιχθονίων ἀνθρώπωνὠκυπόρων τε νεῶν, ὅτε τε σπέρχωσιν ἄελλαιχειμέριαι κατὰ πόντον ἀμείλιχον· οἳ δ’ ἀπὸ νηῶνεὐχόμενοι καλέουσι Διὸς κούρους μεγάλοιοἄρνεσσιν λευκοῖσιν, ἐπ’ ἀκρωτήρια βάντεςπρύμνης· τὴν δ’ ἄνεμός τε μέγας καὶ κῦμα θαλάσσηςθῆκαν ὑποβρυχίην· οἳ δ’ ἐξαπίνης ἐφάνησανξουθῇσι πτερύγεσσι δι’ αἰθέρος ἀίξαντες,αὐτίκα δ’ ἀργαλέων ἀνέμων κατέπαυσαν ἀέλλας,κύματα δ’ ἐστόρεσαν λευκῆς ἁλὸς ἐν πελάγεσσι,σήματα καλά, πόνου ἀπονόσφισιν· οἳ δὲ ἰδόντεςγήθησαν, παύσαντο δ’ ὀιζυροῖο πόνοιο.χαίρετε, Τυνδαρίδαι, ταχέων ἐπιβήτορες ἵππων·αὐτὰρ ἐγὼν ὑμέων τε καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.